[p. 58]
χολόβαφα· φυσώδεες καθ' ὑποχόνδριον, ἐρυγαὶ κακώδεες,
βρωμώδεες, ὡς ἐξ ἁλὸς
ὀρυγμίη · ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς
ἐπίπαν σμικροὶ, νωθροὶ,
ἀδρανέες, πυκνοὶ,
ἴκελοι τῷ ψύχεϊ. Λόγος ὅτι τῶν
τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν
οὐδὲν ὠφελούν των , ὁ ἔρως μιν ἰήσατο· δοκέω δ' ἔγωγε ἐρᾶν μὲν
αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπ' ἀτυχίης τῆς
κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος
οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ,
παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε
καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης·
καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.
Μανίης τρόποι
εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ
σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς
ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο,
ἀλλ' ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ·
ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , ἢ μανδραγόρη
, ἢ ὑοσκύαμος, ἀλλ' οὔ τί
πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα
καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις,
γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι
νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ
ψύξιος·
I flatter myself that every person who is familiar with the
metaphysics of the ancients, will admit that I have improved this sentence by changing
ἥδε into ἠδέ. Ermerins,
not recognising the difference between the γνώμη and the
νοῦς, expunges τοῦ νοῦ from the text.
On the distinction between these portions or powers of the
mind, see Aristotle de Anima, iii. 10, etc.; Metaphysica, pluries.
|
μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ
ταραχῶδ ες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει,
καὶ
|