[p. 14]
Ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται
, τὰ μὲν ξυνήθεα, εὐήθεα
καὶ ἀσινέα, τὰ δὲ ξενὰ,
λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκοῖα καθαρά ἐστι καὶ
σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει,
καὶ ἀνώδυνα · λοιμώδεα δὲ ὁκόσα πλατέα,
κοῖλα, ῥΥπαρὰ,
ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ,
ἢ μέλανι συνεχόμενα · ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι.
ἢν δὲ καὶ ὁ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ
πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ
καὶ πόνος φλεβῶν, ὡς ἐπ' ἄνθρακος,
καὶ μικρὰ δὲ ἐξανθήματα ἀραιὰ γιγνόμενα,
ἔπειτα προσεπιγιγνόμενα συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο.
κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ
τὴν κιονίδα ἧκέ τε μὴν, καὶ τὴν ἀπέταμεν,
καὶ ἐς τὴν γλῶσσαν ἐσκεδάσθη, καὶ ἐς
οὖλα, καὶ ἐς χαλινούς· καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν·
καὶ ἐς τὸν τράχηλον ἡ φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε
μὲν οὐ πολυήμεροι θνήσκουσι φλεγμονῇ καὶ πυρετοῖσι,
κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς
ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε.
πνεύμων γὰρ καὶ καρδίη, οὔτε ὀδμῆς τοιῆσδε,
οὔτε ἑλκέων, οὔτε ἰχώρων
ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται.
Αἰτίη μὲν οὖν τοῦ ἔργου τῶν παρισθμίων,
κατάποσις ψυχρῶν,
τρηχέων, θερμῶν,
ὀξέων, στυφόντων · τάδε γὰρ τὰ μέρεα καὶ
θώρηκι εἰς φωνὴν καὶ ἀναπνοὴν, καὶ κοιλίῃ ἐς τροφῆς
διαπομπὴν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται.
εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος,
κοιλίῃ, καὶ στομάχῳ,
καὶ θώρηκι, ἐς τὸν ἰσθμὸν καὶ τὰ
παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἡ ἀναφορὴ καὶ ἀπερεύξιες.
διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης· μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν
ἀναπνέει · πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι·