[p. 161] μαλθακτηρίοις,
καὶ πυρίῃ τῇ ἔξωθεν,
καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι
· περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, ῥΟὸς
χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία,
ὑποκιστὶς, γῆ Σαμίη,
ἢ Λημνίη, ἢ Σινῶπις,
ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἔῃ, κόμμι καὶ
ἄμυλον δευθέντα ῥόΔων ἢ φοινίκων ἀφεψήματι, καὶ
πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι
τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου,
καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν
δριμέων ὁ κίων. ἢν δὲ ἔμπυος ὅδε ὁ χῶρος γένηται,
μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη,
καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν.
τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται.
Πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι
ἰητρειη, πῆ δὲ ἰδίη. ἐπὶ
φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ,
φλεβοτομίη , τέγξιες,
ἐπιπλάσιες, πυρίη,
διάδεσμοι, σικύη,
πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων·
οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται
ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν
ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω
νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος
ἀρωγὸν, ἀλλ' ἀξύνετον διὰ τὸν ἰσθμόν· φαρμάκοισι δὲ πυρὶ
ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσι ν τῆς νεμήσιος, ἀτὰρ
ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν
μέλιτι, κηκὶς, βαλαύστιον ,
ξηρὰ, ἢ ξὺν μελικρή
τῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ,
ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ,
ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα.
Ermerins introduces most extensive alterations in this passage; but I have not
ventured to adopt any of them. I have merely introduced
ἢ after ξηρὰ, which the sense
absolutely requires.
|
ἄριστον δὲ καὶ χαλκῖτις