[p. 98]
Νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ
ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ,
μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε
ἀδένες, ἀλλὰ λευκότεροι .
σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον
ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς
τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες
, ὁκοῖόν τι αὐλοὶ ἀφ' ἑκατέρου.
ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν.
ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν.
Ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς,
καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ
ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα,
ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι
κτείνον τα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι
λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν,
ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν,
ἀποστάσιες , ἕλκεα,
λίθων γέννα, αἱμορροί̈δες.
ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα,
ἠδὲ δυσαλθέ απάντα τοῦ ἀνθρώπου.
Τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες.
οὐ γὰρ ῥΗί̈στη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις.
ἀλλ' εἰ εἰσὶ πολλοὶ σμικροὶ,
ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ,
καὶ ἐπ' ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε,
ἐς οὔρων σχέσιν καὶ διάτασιν,
ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ
ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα,
σμικρὸν ἄρα μέζονα, ὅκως ἂν,
ἢν ἄνω συστῇ λίθος, ῥΗί̈στην ὁδὸν τὴν
ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται·
πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι,
λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς
οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω ῥΕῖν.
ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι