[p. 194]
τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει,
μῆον, ἄσαρον,
ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον
, ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον.
ἐμψύξιος γὰρ δέονται,
ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου · καὶ τροφῆς γλυκείης,
ἀτὰρ ἠδ' ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν
τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα· εὐπορείσθω δὲ νεοτόκου, καὶ
ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος· ἄριστον δὲ καὶ τὸ τῆς βοός· τρίτον δὲ
αἰγός· τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου ῥίΖης,
καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω
τάδε.
Ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν,
καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν.
τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν
ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος,
ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν·
ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ.
οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ
καύσου ἔασι ἰδέαι.
Κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς
κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι,
κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς
ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα
τῷ ὀξέϊ τῆς φλεγμασίης · πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ
διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν
νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν,
ἀτὰρ καὶ τὰ οὖρα ὅδε