[p. 148] ἐγχρίσαντα ἐμπάσσειν τὴν
κεφαλήν · φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν.
Οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη
πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον
λελυμένων. τῆς δὲ νωθείης μενούσης,
εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος,
καὶ πάσης προσηνοῦς κινήσιος.
Τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν
θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ
γάλα ἰητήριον, καὶ θρέψαι,
καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν
πρηο̈́ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα . ὁμοίη γὰρ
καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι
καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι.
τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης
γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.
Although some words are evidently
wanting at the beginning, it is singular that there is no lacuna in any of the British
MSS. | Ἀποπληξίη ἰσχυρὴ μὲν εἴη,
ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων
γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος.
οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ.
ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν
μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ
ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ,
ἰῆσθαι μὲν οὐ ῥΗί̈διον, πειρῆσθαι δὲ
ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον,
ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη
, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος
δυστέκμαρτον
|