[p. 109]
ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι,
ἀτὰρ καὶ αἵδε ἀτελέες.
ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ
ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντ'
ἄλλων. θωῦμα δὲ τουτέων μέζον,
ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ · πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ
ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας
, ὡς ἰδίην ἔχοντας αἰτίην.
ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντ' ἄλλων ἄλλα.
Γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι,
ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες,
ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ
φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ,
χώρῃ, καὶ χείματι
καρτερῷ.
Κεφ.
θ'. Περὶ Δυσεντερίης.
Ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα
μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω
παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου.
Ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα· δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ
ἰδέαι. διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι.
τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα,
ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα.
ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω ᾖ
τὰ πάθη· ἀλλ' ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ
εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα,
ἀλλ' ἐσθιόμενα, ὀδυνώδεα,
ἕρποντα , καὶ ἐπισφακελίζοντα,
θανατώδεα.
In this
sentence I have not hesitated to adopt Petit's suggestion, and have read
ὀδυνώδεα in place of ἀδενώδεα.
Ermerins substitutes φαγεδαινώδεα; but for this term he
can quote no authority.
|
ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι
γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες
αἱμορραγίας· τὸ μέζον ἄλλο εἶδος ἑλκέων· ὀχθώδεα, τρηχέα,
ἀνώμαλα, τυλαίνια,