[p. 55] οὔτε ἰητρῷ οὔτε
ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι
θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι
μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς
μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη,
αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου,
ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.
Ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή· δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖ
σθαι ἡ νοῦσος· τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην· ἀτὰρ καὶ δι' ἄλλας προφάσιας,
ἢ μέγεθος τοῦ κακοῦ· ἱερὸν γὰρ τὸ μέγα· ἢ ἰήσιος οὐκ
ἀνθρωπίνης, ἀλλὰ θείης,
ἢ δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ἢ
ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν.
Ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ,
πρόσθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ,
οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ,
ἄθυμοι, κατηφέες,
ἐξάνθρωποι ,
ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι,
ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι,
ἀπόσιτοι, πέψαι
κακοὶ, ἄχροοι, μολιβδώδεες,
δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος,
βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν
.
γλῶσσα ἀσαφὴς καὶ παράφορος· ἢ ὑπὸ τῆς διαθέσιος τῆς
νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι ,
σπασμώδεες . γλῶσσα μὲν στρωφᾶται
ἐν τῷ στόματι ποικίλως · ὑποτείνεται δέ κοτε καὶ τὴν διάνοιαν ἡ νοῦσος,
ὡς τὰ πάντα μωραίνειν· ἀτὰρ καὶ τοῖσδε αἰτίη ξὺν ὑγρότητι
ψύξις.
Κεφ.
ε'. Περὶ Μελαγχολίης.
Μέλαιναχολὴ,
ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον·
κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον· ἐν δὲ τοῖσι χρονίοισι,
ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος
πόνον τελευτᾷ · γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν
τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω ῥέΠῃ ἐς στόμαχον, ἢ ἐς
φρένας,