[p. 143]
Κεφ. β'.
Θεραπεία Ληθαργικῶν .
Ληθαργικοῖσι
κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ
αἰτίη. κοίτη εὐαφὴς,
τοιχογραφίη, στρώματα ποικίλα,
πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος,
λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί·
κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ,
ἐμβόησις, νουθεσίη ὀργίλη,
δεῖμα, ἐφ' οἷσι δειμαίνει.
προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε.
πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι.
Ἀμφὶ δὲ καὶ κενώσιος ληθαργι κῶν τάδε χρὴ
γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου,
ὁκοῖόν τι φρενίτιδος , διαδέξηται ἡ
λήθη, φλέβα μὲν μὴ τάμνειν,
μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ
τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον,
ἀλλ' ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ,
καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω
ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον
ἐμπάσσοις· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργι κοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες.
ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλ'
ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ
νουσέων, ἢν μὲν αἵματος,
φλέβα τὴν ἐπ' ἀγκῶνι τάμνειν · ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων
χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ,
ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρή τῳ,
πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ· ἢν δὲ
μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι
ὁλκῆσβ', ξὺν
μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναν τα καθήρασθαι
, τότε διδόναι σιτία, ἢν
καιρὸς ᾖ· ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή· εὐκαιρίη δέ
κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς ͵α' ὕδατι ἢ μελικρή τῳ λυομένης,
κυάθοις δύο.
Ἀτροφίη
κακὸν, κακὸν δὲ καὶ πολυτροφίη.
χρὴ ὦν ὀλιγοσιτίῃ