[p. 180] Τάδε μὲν ὦν,
ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ,
καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος,
καὶ διάπυον γίγνηται, ἑτέρης
μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ
τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται.
Ἐν συγκοπῇ μάλα χρὴ
τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς,
τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι,
The
common reading, συνεργὰ ἔνσεο. is evidently
inadmissible. Petit suggests ἐνστήσῃ. Ermerins has ἂν εἴη σοι.
| ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν
ἥκειν. παρεοῦσαν δὲ οὐ ῥΗϊδίως διδρήσκουσι οἱ νοσεῦντες
. λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος
δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν ·
ἢν δὲ μὴ, ἄρτι ἀρχομένην.
προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι,
εὖτε τὴν αἰτίην, ἀτὰρ
ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα . καῦσος μὲν γὰρ ὁ πυρετὸς
ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα,
ξηρότης, ἀγρυπνίη,
θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ
πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι ·
ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν
ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ,
πυκνότατοι , τρομώδεες.
ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδ' ὁκόσα μοι ἐν τοῖσι σημηί̈οισι λέλεκται,
αὐτίκ' ἐξ ἀρχῆς ἀρήγειν.
Ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις,
ἡλικίη, ὥρη,
ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν
πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ,
ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ
|