[p. 107]
Κοιλίη, σπλάγχνον πεπτήριον,
κάμνει τὴν πέψιν, ὁκότε διάρροια
τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλ' ἢν μὴ ἐπὶ σχεδίου τῆς
αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς
δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος,
χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται,
ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς
κοιλίης · εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλ' οὐκ ἐκπέσσει θερμὸν,
οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ
λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ
χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος
ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα · ὑγρὴ δὲ καὶ ἀσύστατος
ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν
ἀρχήν. Διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα,
ἐρυγαὶ ξυνεχέες, κακώδεες,
ἢν δὲ καὶ κάτω περήσωσι,
τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι
δασεῖαι, ὑγραὶ, ἀργιλώδεες ·
φαντασίαι δὲ ἐπ' αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς,
ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε·
ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς,
ἀδρανής · οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος.
ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα,
φλέβες κροτάφων ἐπηρμέναι,
ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ
σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος,
ἀλλ' οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ.
δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ
τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.
|