[p. 183]
μὲν Χῖος, ἢ Λέσβιος,
ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ,
Σουρεντῖνος, ἢ Φουνδανὸς,
ἢ Φαλερῖνος, ἢ Σιγνῖνος,
ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα
παλαιὸν, ἢ νεώτερον.
διδόναι ὦν, τὰ πρῶτα,
θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων,
πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης
πλεῖον, κἢν εὔποτος ἔῃ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα,
εἰ τὰ τῆς φλεγμασίης παρήκοι,
αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος
δίψεος. πρὸς ἀνάγκην δὲ,
μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι
δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται.
καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν · κἢν ἐκ διαστάσιος εὕδειν
θέλῃ, ἡσυχίη προσακτέη.
ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς
ἀκινησίην, ὀξεῖα δὲ φωνὴ,
ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου
ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν
ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη,
ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ
φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου,
τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς.
ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ.
χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι,
καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι,
ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ.
Χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς
τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς
τὸ ζώπυρον· ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν,
φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ
μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε·
καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι
ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν
ᾖ, θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι
εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην,
καὶ μυρσίνης, ἠδ' ἀκακίης,
καὶ μάννης σεσησμένων ,
ξυμμίσγειν · ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν
οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος
χυλὸς εἰς φύρησιν