ξη. 7
[σεξτ. 1]
Ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ
ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ
καθήκοντος οὖσα.
[σεξτ. 2]
ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν
εὕρ[ο]οι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν
τὴν ἐν αὐτῇ καθήκουσαν.
[σεξτ. 3]
οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ
συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι
συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδ' ὡς ἔτυχεν
ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι,
[σεξτ. 4]
[μ]ἢ τούτων
μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.
[σεξτ. 5]
τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, <πρὸς>
τὰ ἄδηλα ἐπέχειν.
[σεξτ. 6]
ἆρ' οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν;
Ἀρκεῖ, φησίν. Οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει
νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί
τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ' ἀδοκίμους
ἀποδοκιμάζεις;
[σεξτ. 7]
Οὐκ ἀρκεῖ. Τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ
<δι>ακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;
οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν,
[σεξτ. 8]
ἀλλ' ἀνάγκη
δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ
τοῦ ψεύδους καὶ τοῦ ἀδήλου;
[σεξτ. 9]
Ἀνάγκη. Ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου.
[σεξτ. 10]
ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί
τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ,
ποτὲ δὲ πλείοσιν κοινῇ.
[σεξτ. 11]
μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη
προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τ' ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ
τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδ' ὑπὸ τῶν
σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;
[σεξτ. 12]
οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ
τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.
[σεξτ. 13]
Ἀλλὰ δὴ ἔστιν ἐφ' ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα
καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν: ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει.
[σεξτ. 14]
τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι
τὸ ψεῦδος;
[σεξτ. 15]
καὶ πῶς οἷόν τ'; ἀλλὰ λέγειν ὅτι "οὐχ ὑγιῶς
παρεχώρησα τὰ ὡμολογημένα"; καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλ' ὅτι "οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων";
ἀλλ' οὐδὲ τοῦτο δίδοται.
[σεξτ. 16]
τί οὖν ἐπὶ τούτων ποιητέον; ἢ
μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς
τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ
λήμματα, δεῖ δ' ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν.
[σεξτ. 17]
καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη
πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ
[σεξτ. 19]
τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι [γαπ ιν τεχτ] οὐδὲ γὰρ
ἡμῖν ἔτι οὐδὲ καθ' ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.
[σεξτ. 20]
δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν
τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθ' ἣν
ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι
ἤ τινι ἄλλῳ τοιούτῳ λαμβάνοντα τὰς μεταπτώς<ε>ις
ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ
βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα; ἵν' ἐν τῷ τόπῳ
[σεξτ. 21]
τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδ' εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα.
[σεξτ. 22]
Καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτ' αἰτῆσαί τινα
ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ.
[σεξτ. 23]
πᾶσαν οὖν
τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα;
[σεξτ. 24]
[περὶ τίνος ἡ σκέψις; περὶ καθήκοντος.] παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ
ἔστιν ὅτε ἀποστατέον, τὰ δ' ἀκόλουθα προσδεκτέον καὶ
τὰ μαχόμενα οὐ προσδεκτέον;
[σεξτ. 25]
Ναί. Ἀλλὰ λέγει τις
ὅτι "ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ' ἀδύνατον ἀπαχθῆναι". πρὸς τοῦτον οὐ συγκαθήσει <ὁ> φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν;
[σεξτ. 26]
καὶ τίς
ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ
ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος;
[σεξτ. 27]
ἀλλὰ
συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ
καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι
ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν;
[σεξτ. 28]
ἀλλ' ἄνευ
τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν
οἷός τ' ἐστὶ τὸ ἑξῆς;
[σεξτ. 29]
τοῦτο δεικνύτωσαν καὶ παρέλκει
τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα
τῇ προλήψει τοῦ σπουδαίου.
[σεξτ. 30]
Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν,
καθ' ἃς οὐ πονήσομεν οὐδ' ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον;
[σεξτ. 31]
Ἂν οὖν ἐν
τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν,
ἵν' αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.
[σεξτ. 32]
ἐπεί τοι τοῦτ' αὐτὸ καὶ ἐγὼ
Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν
ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. "Οὐχ οἷον μέν", φημί,
"<εἰ> τὸ Καπιτώλιον κατέκαυσα", ὁ δ' "Ἀνδράποδον",
ἔφη, "
[σεξτ. 33]
3ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν". ἢ
ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι
καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ' εἰκῇ καὶ μάτην καὶ
ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ
παρακολουθεῖν λόγῳ μηδ' ἀποδείξει μηδὲ σοφίσματι
μηδ' ἁπλῶς βλέπειν τὸ καθ' αὑτὸν καὶ οὐ καθ' αὑτὸν
ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ' οὐδέν ἐστιν
ἁμάρτημα;