ξη. 15
[σεξτ. 1]
Συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ
μηκέτι χαλεπῶς αὐτῷ ἔχειν,
[σεξτ. 2]
Οὐκ ἐπαγγέλλεται, ἔφη,
φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ: εἰ
δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀν<αδ>έξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως
τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου.
[σεξτ. 3]
Τί
οὖν ὁ τοῦ ἀδελφοῦ; Πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης
ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ,
ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ' οὐδὲν ἐπαγγέλλεται: φιλοσοφία.
[σεξτ. 4]
"ἐν πάσῃ περιστάσει τηρήσω τὸ
ἡγεμονικὸν κατὰ φύσιν ἔχον." Τὸ τίνος; "Τὸ
ἐκείνου, ἐν ᾧ εἰμί.
[σεξτ. 5]
" Πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; "Φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ
τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν."
Εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ,
[σεξτ. 6]
πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν
ἔχοιμι,
[σεξτ. 7]
Οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου
γε οὐδ' ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι
"θέλω σῦκον", ἀποκρινοῦμαί σοι ὅτι "χρόνου δεῖ". ἄφες
ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.
[σεξτ. 8]
εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δ' ἀνθρώπου καρπὸν θέλεις οὕτως δι'
ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδ' ἂν ἐγώ σοι λέγω,
προσδόκα.