ξη. 24
[σεξτ. 1]
Αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι.
λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε
ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ <
[σεξτ. 2]
συμ>βέβληκεν. Ἵνα
τί; φησίν. Ἵνα Ὀλυμπιονίκης γένῃ: δίχα δ' ἱδρῶτος
οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς
νεανίσκῳ χρῆσθαι.
[σεξτ. 3]
καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην
κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον
πέμπει, ἵν', ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν
ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι
τοὺς πολεμίους.
[σεξτ. 4]
οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν
εἴπῃς "φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θάνατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία:
φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι"
[σεξτ. 5]
3, ἐροῦμέν σοι
"ἄπελθε, σεαυτῷ μαντεύου: ἡμεῖς τοῦτο μόνον ἡμάρτομεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν".
[σεξτ. 6]
Πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν
ἀπήγγελκεν. λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν,
οὐδὲ γὰρ αἰσχρόν: λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ
μαινομένων ἀνθρώπων.
[σεξτ. 7]
οἷα δὲ περὶ πόνου, οἷα δὲ
περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος.
τὸ δὲ γυμν[ασι]ὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι
πάσης περιπορφύρου: τὸ δ' ἐπ' ἀστρώτῳ πέδῳ
καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν.
[σεξτ. 8]
καὶ
ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν
ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον καὶ συνεστραμμένον.
[σεξτ. 9]
"οὐδείς", φησίν, "πολέμιος ἐγγύς ἐστιν: πάντα εἰρήνης γέμει." πῶς, ὦ Διόγενες;
"ἰδού", φησίν, "μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα
πέφευγα;
[σεξτ. 10]
" τοῦτ' ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δ' ἡμῖν
ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ
ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας;
Τί οὖν ποιήσω;
[σεξτ. 11]
Τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς;
μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν
αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν
ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ.
[σεξτ. 12]
λέγει σοι "θὲς τὴν πλατύσημον": ἰδοὺ στενόσημος. "θὲς καὶ ταύτην:" ἰδοὺ ἱμάτιον μόνον. "θὲς
τὸ ἱμάτιον:"
[σεξτ. 13]
3 ἰδοὺ γυμνός. "ἀλλὰ φθόνον μοι κινεῖς."
λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ
σωμάτιον, ἔτι τοῦτο<
[σεξτ. 14]
ν> φοβοῦμαι; ἀλλὰ κληρονόμον μ'
οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν
ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον
ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους: ἂν δ' ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ
δ' ἄλλον ζητήσεις:
[σεξτ. 15]
ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ
μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς
πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι
τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ
εἰ μὴ ὡς χορευτής.
[σεξτ. 16]
οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπ'
ἀγαθῶν:
στέψατε δώματα:
εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος:
ἰὼ Κιθαιρών, τί μ' ἐδέχου;
ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα;
[σεξτ. 17]
οὐδέν
σε ὠφελοῦσιν οἱ δορυφόροι;
[σεξτ. 18]
ὅταν οὖν ἐκείνων τινὶ
προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ
τῷ ὑποκριτῇ, ἀλλ' αὐτῷ τῷ Οἰδίποδι.
[σεξτ. 19]
"ἀλλὰ μακάριος
ὁ δεῖνα: μετὰ πολλῶν γὰρ περιπατεῖ." κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ.
[σεξτ. 20]
τὸ δὲ κεφάλαιον: μέμνησο ὅτι ἡ θύρα ἤνοικται.
μὴ γίνου τῶν παιδ<ί>ων δειλότερος, ἀλλ' ὡς ἐκεῖνα, ὅταν
αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει "οὐκέτι παίξω", καὶ
σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν "οὐκέτι
παίξω" ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.