ξη. 18
[σεξτ. 1]
Ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται.
μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι,
[σεξτ. 2]
ὅτι κακῶς ὑπέλαβες
ἢ κακῶς ὠρέχθης; Οὐδαμῶς. Ἀλλ' ὅτι ἀπέθανέν
τις: τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει: τί οὖν πρὸς
σέ;
[σεξτ. 3]
ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται: ἐπὶ τίνα; μή τι
ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ' ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον: ἐσώθης, οὐκ ἐπὶ σέ.
[σεξτ. 4]
[οὐκοῦν]
ἀλλ' ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δ' οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον
ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; Οὔ. Τί οὖν ἔτι
σοι μέλει;
[σεξτ. 5]
ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν
ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέσ[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς
ἄλλο δὲ βλάπτεται.
[σεξτ. 6]
πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι
εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας
καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον.
[σεξτ. 7]
τί οὖν; ὁ
κριτὴς ἀκίνδυνός ἐστιν; οὔ: ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ
τῷ ἀλλοτρίῳ κακῷ;
[σεξτ. 8]
σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι: τοῦτο φυλάσσου μόνον: κριθῆναι δ' ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν.
"
[σεξτ. 9]
3ἀπειλεῖ σοι ὁ δεῖνα." ἐμοί; οὔ. "ψέγει σε." αὐτὸς ὄψεται,
πῶς ποιεῖ τὸ ἴδιον ἔργον. "μέλλει σε κατακρινεῖν ἀδίκως." ἄθλιος.
|