ξη. 14
[σεξτ. 1]
Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπ' αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ
θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα;
[σεξτ. 2]
Δοκεῖ,
ἔφη. Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ
δοκεῖ σοι;
[σεξτ. 3]
Δοκεῖ, ἔφη. Πόθεν γὰρ οὕτω τεταγμένως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος
εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν,
βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν
πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλο<ρ>ροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ' ἡσυχίας
μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται;
[σεξτ. 4]
πόθεν
δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν
τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ
καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται;
[σεξτ. 5]
ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δ' αἱ
ἡμέτεραι οὐ πολὺ πλέον;
[σεξτ. 6]
ἀλλ' αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν
ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ ἅτε αὐτοῦ μόρια
οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δ' αὐτῶν κινήματος
ἅτε οἰκείου καὶ συμφυοῦς ὁ θεὸς αἰσθάνεται;
[σεξτ. 7]
ἀλλὰ σὺ
μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν
θείων, ὁμοῦ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων
ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ
μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα
δὲ συγκαταθετικῶς, τοῖς δ' ἀνανευστικῶς ἢ ἐφεκτικῶς,
[σεξτ. 8]
τύπους δὲ τοσούτους ἀφ' οὕτω πολλῶν καὶ ποικίλων
πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπ' αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς
πρώτως τετυπωκόσι τέχνας τ' ἄλλην ἐπ' ἄλλῃ καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις:
[σεξτ. 9]
ὁ δὲ θεὸς οὐχ
οἷός τ' ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν συμπαρεῖναι καὶ
ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν;
[σεξτ. 10]
ἀλλὰ φωτίζειν οἷός
τ' ἐστὶν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον
δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τ' ἐπέχεσθαι ὑπὸ
σκιᾶς, ἣν ἡ γῆ ποιεῖ: ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὄν<τ'> αὐτοῦ μικρὸν ὡς πρὸς
τὸ ὅλον, οὗτος δ' οὐ δύναται πάντων αἰσθάνεσθαι;
Ἀλλ' ἐγώ,
[σεξτ. 11]
φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις
παρακολουθεῖν. Τοῦτο δέ σοι καὶ λέγει τις, ὅτι ἴσην
ἔχεις δύναμιν τῷ Διί;
[σεξτ. 12]
ἀλλ' οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέδωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ
ἀπαραλόγιστον.
[σεξτ. 13]
τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθ', ὅταν κλείσητε
τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ:
[σεξτ. 14]
οὐ γὰρ ἐστέ, ἀλλ' ὁ θεὸς
ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;
[σεξτ. 15]
τούτῳ τῷ
θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον, οἷον οἱ στρατιῶται
τῷ Καίσαρι. ἀλλ' ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβάνοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσαρος σωτηρίαν, ὑμεῖς δὲ δε τοσούτων καὶ τηλικούτων
ἠξιωμένοι οὐκ ὀμόσετε ἢ ὀμόσαντες οὐκ ἐμμενεῖτε;
[σεξτ. 16]
καὶ
τί ὀμόσετε; μὴ ἀπ<ε>ιθήσειν μηδέποτε μηδ' ἐγκαλέσειν
μηδὲ μέμψεσθαί τινι τῶν ὑπ' ἐκείνου δεδομένων μηδ'
ἄκοντες ποιήσειν τι ἢ πείσεσθαι τῶν ἀναγκαίων.
[σεξτ. 17]
ὅμοιός
γε ὅρκος οὗτος ἐκείνῳ; ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ
προτιμήσειν ἕτερον, ἐνταῦθα δ' αὑτοὺς ἁπάντων.