ξη. 20
[σεξτ. 1]
Ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ
ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ' ἐν τοῖς
ἐκτός.
[σεξτ. 2]
οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ
νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι.
ἀλλὰ τί;
[σεξτ. 3]
τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ' ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι,
τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό.
[σεξτ. 4]
ἔδει οὖν οὕτως
καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ,
ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. Ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι;
Τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ
π[λ]ηρώσεως γὰρ οὐκ ἔστιν,
[σεξτ. 5]
μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτ' ἀπέθνῃσκεν; Τοιαῦτά τις εἰπὼν ὠφεληθείη [ἢ] οἷα ἐκεῖνος ὠφελήθη. Ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν
πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα
πάντα;
[σεξτ. 6]
οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον;
ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών;
[σεξτ. 7]
οὔ: ἀλλ' ὁ
τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως;
[σεξτ. 8]
ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε,
τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ' ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα
δι' αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ
ἀφαιρεῖσθαι δυναμένων.
Ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι;
[σεξτ. 9]
Ἀπὸ πάντων.
Καὶ ἀπὸ τοῦ λοιδοροῦντος; Τί δ' ὠφελεῖ τὸν
ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος
ἐμοῦ προγυμναστὴς γίνεται: τὸ ἀνεκτικόν μου γυμνάζει,
τὸ ἀόργητον, τὸ πρᾷον.
[σεξτ. 10]
οὔ: ἀλλ' ὁ μὲν τοῦ τραχήλου
καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει "ἆρον
ὕπερ<ον> ἀμφοτέρα<ι>ς" καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ: εἰ δέ τις πρὸς
ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με;
[σεξτ. 11]
τοῦτ' ἔστι τὸ
μὴ εἰδέναι ἀπ' ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων;
αὑτῷ: ἀλλ' ἐμοὶ ἀγαθός: γυμνάζει μου τὸ εὔγνωμον, τὸ
ἐπιεικές.
[σεξτ. 12]
κακὸς πατήρ; αὑτῷ: ἀλλ' ἐμοὶ ἀγαθός. τοῦτ'
ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον: "οὗ θέλεις", φησίν, "ἅψαι
καὶ χρυσοῦν ἔσται". οὔ: ἀλλ' ὃ θέλεις φέρε κἀγὼ
αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε
ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων:
πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται.
"
[σεξτ. 13]
3τὸν θάνατον τί ποιήσεις;" τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ ἢ ἵνα δείξῃς2[ε] ἔργῳ δι' αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ
βουλήματι τῆς φύσεως παρακολουθῶν;
[σεξτ. 14]
"τὴν νόσον τί
ποιήσεις;" δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ,
εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ
εὔξομαι ἀποθανεῖν.
[σεξτ. 15]
τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς,
ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.
Οὔ: ἀλλὰ "
[σεξτ. 16]
3βλέπε μὴ νοσήσῃς: κακόν ἐστιν". οἷον εἴ
τις ἔλεγεν "βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία
τέσσαρα εἶναι: κακόν ἐστιν". ἄνθρωπε, πῶς κακόν; ἂν
ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ
μᾶλλον καὶ ὠφελήσει;
[σεξτ. 17]
ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι;
οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ
καὶ τἀγαθὰ δεῖ με ζητεῖν;
[σεξτ. 18]
ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς
οἶκον δ' οὐδεὶς ἀποφέρει: ἀλλ' εὐθὺς πρὸς τὸ παιδάριον
πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς
τοὺς καταγελάσαντας.
[σεξτ. 19]
καλῶς γένοιτο Λεσβίῳ, ὅτι με
καθ' ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.