ξη. 19
[σεξτ. 1]
Ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου: ὁ μὲν λέγει "οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ
διὰ τὸν πατέρα", ὁ δ', ἄν ποτ' εἰπεῖν ἀναγκασθῇ, "οὐαί
μοι"
[σεξτ. 2]
3 ἐπιστήσας λέγει "δι' ἐμέ". προαίρεσιν γὰρ οὐδὲν
δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν.
[σεξτ. 3]
ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ' ὅταν
δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν
ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα,
ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ<
[σεξτ. 4]
αμ>εν. νῦν δ'
ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων
ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί
γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν
ἔδει μεταβῆναι αὐτόν;
[σεξτ. 5]
πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ
βαλανείου, οὐδέποθ' ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν
ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ
γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ
παιδίου ἡμῶν: τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει.
[σεξτ. 6]
οὕτως
καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματ[ικ]ος, ἐν
βίῳ ὁ ἀπαίδευτος.
|