ξη. 23
[σεξτ. 1]
Ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί,
ἀλλ' ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι
δύναται ἄλλο οὐδὲν εἰπεῖν.
[σεξτ. 2]
πάλιν γὰρ ἐκείνου λίαν
κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ
οὐσίας οὔτε θαυμάζειν οὔτ' ἀποδέχεσθαι: καὶ καλῶς
αὐτοῦ κρατεῖ.
[σεξτ. 3]
πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ
ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα
εἰς λύπας ἐμπέσῃ;
[σεξτ. 4]
διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον
ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυ<ί>διον μικρὸν ἔσω
κατακλαίῃ αὐτοῦ;
[σεξτ. 5]
ἀλλ' οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ' ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπ' αὐτῷ.
[σεξτ. 6]
διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι
τὸν νοῦν ἔχοντα: οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον: ἐπείτοι εἰ ὡς ἐν μυ<ί>αις μέλλεις ἀνα<σ>τρέφεσθαι, τί κωλύει;
[σεξτ. 7]
ἀλλ' ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν
ὅτι "μὴ ἀναιρώμεθα τέκνα". ἀλλὰ πρόβατον μὲν οὐκ
ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ'
ἀπολείπει;
[σεξτ. 8]
τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα;
οὐδ' ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδ'
ἐκεῖνοι ἀπολ<
[σεξτ. 9]
ε>ίπουσιν. ἄγε, τί<ς> δέ σοι πείθεται ἰδὼν
παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός;
[σεξτ. 10]
ἐγὼ μὲν
οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ,
ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.
|