ξη. 21
[σεξτ. 1]
Τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν
ἄνθρωποι, τὰ δ' οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι
ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων
ἀκούσεις λεγόντων "ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ
τύχην εἶχον"
[σεξτ. 2]
3. δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι
καὶ λέγουσιν "ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ: τὰ δ' ἄλλ'
οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον"
[σεξτ. 3]
3. ἀκρατῆ οὐ ῥᾳδίως
ὁμολογήσει τις, ἄδικον οὐδ' ὅλως, φθονερὸν οὐ πάνυ ἢ
περίεργον, ἐλεήμονα οἱ πλεῖστοι.
[σεξτ. 4]
τί οὖν τὸ αἴτιον; τὸ
μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ
ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ' ἄλλα αἴτια καὶ σχεδὸν
ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι:
[σεξτ. 5]
τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ
τὸ ἐλεήμονα, τὸ δ' ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου:
καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.
[σεξτ. 6]
ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο
μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ
καὶ ἐλεήμονι.
[σεξτ. 7]
κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν,
ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ' ἀκουσίῳ.
τὸ δ' ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ
τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου: διὰ τοῦτο καὶ
περὶ τούτου παρομολογοῦσιν.
Ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον,
[σεξτ. 8]
οὕτως
τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ' ὅ τι λέγουσιν
οὔθ' ὅ τι ἔχουσιν κακὸν ἢ <εἰ> ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς "
[σεξτ. 9]
3μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων;
τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι;
μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν
πεπαίδευμαι;
[σεξτ. 10]
ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα,
ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ
τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς
κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν
ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δ' οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;
[σεξτ. 11]
" ἄνθρωπ', ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ,
τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας: καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς
καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς
τί ποτ' ἐφλυάρησα τὰ ἐπελθόντα μοι;
[σεξτ. 12]
φθονῶν ἐλήλυθας,
τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ
κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο
ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός;
[σεξτ. 13]
"τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι "1ἥξει ἐκεῖνος
πάντα εἰδώς"
[σεξτ. 14]
2. ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν
πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ
ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς."
Εἶτα λέγουσιν "
[σεξτ. 15]
3οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς". τίς
γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος;
τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα,
τίς συναισθησόμενος τίνων δεῖται;
[σεξτ. 16]
τί οὖν θαυμάζετ', εἰ
ἃ φέρετ' εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν;
οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλ' ἀντ'
αὐτῶν ληψόμενοι ἔρχεσθε.
[σεξτ. 17]
πόθεν; οὐδ' ἐγγύς. ἐκεῖνο
γοῦν βλέπετε μᾶλλον, εἰ ἐφ' ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ
φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν
πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; <οὐ> συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε
εἰ ἐφ' ἃ πάρεστε, ταῦτα λαμβάνετε;
[σεξτ. 18]
"ναί: ἀλλ' ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ
ἢ στρεβλοῦσθαι, τί με τὰ τ<
[σεξτ. 19]
οι>αῦτα ὠφελήσει;" μὴ γὰρ
ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας;
ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ
φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ
ἐφωδεύσατε;
[σεξτ. 20]
ποῦ ποτε; εἶτα λέγετε "ἄχρηστα τὰ θεωρήματα". τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις,
τὰ μαλάγματα δ' οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι,
ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι.
[σεξτ. 21]
ἄν μου
πυνθάνῃ νῦν "χρήσιμοί εἰσιν οἱ συλλογισμοί;" ἐρῶ σοι
ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. "ἐμὲ οὖν τι
ὠφελήκασιν;" ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι,
ἀλλὰ καθόλου;
[σεξτ. 22]
πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ
χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. "ἐμοὶ οὖν χρήσιμον;"
ἐρῶ "οὔ". ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ
ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ
διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν:
καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.