ξη. 7
[σεξτ. 1]
Διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ
παραλείπομεν.
[σεξτ. 2]
τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων;
[σεξτ. 3]
ἂν οὖν
δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν
ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ
ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ
ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων;
[σεξτ. 4]
τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν
οἰωνῶν; ἀλλ' ἀνέχομαι λέγοντος ἐκείνου "συμφέρει σοι";
τί γάρ ἐστι συμφέρον οἶδεν;
[σεξτ. 5]
τί ἐστιν ἀγαθὸν οἶδεν;
μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ
ἀδίκων.
[σεξτ. 6]
ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ
θάνατος, πενία ἢ πλοῦτος: πότερον δὲ συμφέρει ταῦτα
ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι;
[σεξτ. 7]
διὰ τί ἐν
γραμματικοῖς οὐ λέγεις; ἐνθάδ' οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα;
[σεξτ. 8]
διὰ
τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν
εἰπόντα ὅτι "Ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς" "Μᾶλλον
θέλω", φησίν, "ἵν' ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν'
ἐγὼ μὴ πέμψω".
Τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει;
[σεξτ. 9]
ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις: "κληρονομήσω, κύριε, τὸν πατέρα;" "ἴδωμεν: ἐπεκθυσώμεθα." "ναί, κύριε, ὡς ἡ τύχη
θέλει." εἶτ' ἂν εἴπῃ "κληρονομήσεις", ὡς παρ' αὐτοῦ τὴν
κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο
κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν.
[σεξτ. 10]
τί οὖν; δεῖ δίχα
ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα[ν] τῶν ὁδῶν
φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς <τὸ> τὴν δεξιὰν μᾶλλον
φέρειν ἢ τὴν ἀριστεράν: οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν
θέλει, ἀλλὰ τὴν φέρουσαν.
[σεξτ. 11]
οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν
ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ
παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν
δεικνύωσιν, ἀλλ' οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι.
[σεξτ. 12]
νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ:
"
[σεξτ. 13]
3κύριε, ἐλέησον: ἐπίτρεψόν μοι ἐξελθεῖν". ἀνδράποδον,
ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον
ἢ τὸ τῷ θεῷ δοκοῦν;
[σεξτ. 14]
τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρει<ς>
τὸν κριτήν, παράγεις τὸν σύμβουλον;