ξη. 28
[σεξτ. 1]
Τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαίνεσθαι ὅτι ὑπάρχει.
[σεξτ. 2]
τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει
συγκατατίθεσθαι οὐχ οἷόν τε. διὰ τί; ὅτι ἡ φύσις αὕτη
ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ
ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν.
[σεξτ. 3]
τίς
τούτου πίστις; "πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν."
οὐχ οἷόν τε. "ἀπόπαθε ὅτι ἡμέρα ἐστίν." οὐχ οἷόν τε.
"πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας."
οὐχ οἷόν τε.
[σεξτ. 4]
ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει,
ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι: πᾶσα γὰρ
ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει
Πλάτων: ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές.
[σεξτ. 5]
ἄγε ἐπὶ
δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ
ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον,
τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατ' ἐμὲ καὶ οὐ
κατ' ἐμὲ καὶ ὅσα τούτοις ὅμοια.
[σεξτ. 6]
"οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δ' αὐτό;" οὐ
δύναται.
[σεξτ. 7]
πῶς ἡ λέγουσα
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων;
ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι
τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.
"
[σεξτ. 8]
3ναί: ἀλλ' ἐξηπάτηται." δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει: μέχρι δ' ἂν οὗ μὴ δεικνύῃς,
τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ;
[σεξτ. 9]
οὐδενί. τί οὖν
χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται <ἡ> ταλαίπωρος περὶ
τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ
δ', εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους;
[σεξτ. 10]
Ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ
μέτρον πάσης πράξεως τὸ φαινόμενον λοιπὸν ἢ καλῶς
φαίνεται ἢ κακῶς: εἰ καλῶς, ἀνέγκλητός ἐστιν: εἰ κακῶς, αὐτὸς ἐζημίωται: οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι ὁ πεπλανημένος, ἄλλος δ' ὁ βλαπτόμενος, οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει
οὐδενί.
[σεξτ. 11]
ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα
ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδ'
ἄλλην.
[σεξτ. 12]
ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις
φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ.
[σεξτ. 13]
εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος
ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο;
ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια.
[σεξτ. 14]
Ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα; Τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους
καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; Οὐδέν;
[σεξτ. 15]
Τί δ' ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ
πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι;
[σεξτ. 16]
Ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; Ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων: καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων: καὶ πελαργῶν νεοσσιαί.
[σεξτ. 17]
τί μέγα ἢ δεινόν; ἢ
δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις.
[σεξτ. 18]
Ὅμοιον οὖν ἐστι πελαργὸς καὶ
ἄνθρωπος; Τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον.
[πλὴν ὅτι μὲν ἐκ δοκῶν καὶ κεραμίδων καὶ πλίνθων
οἰκοδομεῖται τὰ οἰκίδια, ἡ δ' ἐκ ῥάβδων καὶ πηλοῦ.]
Οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ;
[σεξτ. 19]
Μὴ
γένοιτο: ἀλλὰ τούτοις οὐ διαφέρει. Τίνι οὖν διαφέρει;
[σεξτ. 20]
Ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα
μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ,
μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ.
[σεξτ. 21]
ποῦ
οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ
διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ
καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ
τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός: ἂν δ' ἀπολλύηταί
τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται.
καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν.
[σεξτ. 22]
ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτ' ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε
ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο;
[σεξτ. 23]
οὐδαμῶς: δι' ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς: ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα
δ' ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον.
[σεξτ. 24]
πότ' ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε
ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο: ἀλλ' ὅτε ὠργίζετο,
ὅτε κορασίδιον ἔκλαεν, ὅτ' ἐπελάθετο ὅτι πάρεστιν οὐκ
ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλ' ἐπὶ τὸ πολεμεῖν.
[σεξτ. 25]
ταῦτ'
ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία,
τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται.
[σεξτ. 26]
Ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν
αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά;
[σεξτ. 27]
Πόθεν
τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. Οὔ: ἀλλὰ πόθεν
σὺ λέγεις ὅτι οὐκ ἔστι κακά;
[σεξτ. 28]
Ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις.
Διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν:
ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ:
[σεξτ. 29]
ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθ'
ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει.
[σεξτ. 30]
ὅπου δὲ τὸ πρῶτον
καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν,
τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε
μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ,
οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς
ποιῶ τὸ φανέν.
[σεξτ. 31]
κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ
τοῦ Ἀχιλλέως, ἵν' ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς
φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ
δὲ μὴ ἀρκῇ τὸ φαινόμενον;
[σεξτ. 32]
καὶ ποία τραγῳδία ἄλλην
ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον.
Φοῖνιξ;
[σεξτ. 33]
τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; Μαινόμενοι. Ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;