ξη. 18
[σεξτ. 1]
Εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον
ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ
συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ
ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ
Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν,
οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί <
[σεξτ. 2]
τι> τὸ παθεῖν ὅτι
ἐμοὶ συμφέρει, ἀμήχανον δ' ἄλλο μὲν κρίνειν
τὸ συμφέρον, ἄλλου δ' ὀρέγεσθαι καὶ ἄλλο
μὲν κρίνειν καθῆκον, ἐπ' ἄλλο δὲ ὁρμᾶν, τί ἔτι
τοῖς πολλοῖς χαλεπαίνομεν;
[σεξτ. 3]
Κλέπται, φησίν, εἰσὶ
καὶ λωποδύται. Τί ἐστι τὸ κλέπται καὶ λωποδύται;
πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν
οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς;
[σεξτ. 4]
ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν
δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς.
[σεξτ. 5]
Τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ
ἔδει ἀπολωλέναι;
[σεξτ. 6]
Μηδαμῶς, ἀλλ' ἐκεῖνο μᾶλλον
"τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν
μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν
διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;"
κἂν οὕτως λέγῃς,
[σεξτ. 7]
γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ
λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον "τοῦτον οὖν τὸν τυφλὸν
μὴ ἀπολλύναι καὶ τὸν κωφόν;
[σεξτ. 8]
" εἰ γὰρ μεγίστη βλάβη
ἡ τῶν μεγίστων <ἀπώλειά ἐστιν, μέγιστον> δ' ἐν ἑκάστῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι
χαλεπαίνεις αὐτῷ;
[σεξτ. 9]
ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν
ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν
μᾶλλον ἢ μίσει: ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν:
[σεξτ. 10]
μὴ ἐ̣ [γαπ ιν τεχτ] π̣ῃς τὰς φωνὰς ταύτας ἃς οἱ
πολλοὶ τῶν φ [γαπ ιν τεχτ] των "τούτους οὖν τοὺς καταράτους καὶ μιαροὺς [γαπ ιν τεχτ] " ἔστω: σὺ πῶς ποτ' ἀπεσοφώθης ἄφνω [γαπ ιν τεχτ] ν̣ .
[σεξτ. 11]
ἀ̣λ̣λ̣ω̣ς̣ χαλεπὸς εἶ. διὰ τί οὖν
χαλεπαίνομεν; ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαιροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ
κλέπτῃ οὐ χαλεπαίνεις: μὴ θαύμαζε τὸ κάλλος τῆς
γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις.
[σεξτ. 12]
γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς
ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ
παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δ' ἂν
ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις.
σκόπει γάρ:
[σεξτ. 13]
ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει:
θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί
τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ
ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ.
[σεξτ. 14]
εἶτα μὴ
ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις
ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε,
μὴ ψῦχέ σου τὰ ἱμάτια.
[σεξτ. 15]
κἀγὼ πρῴην σιδηροῦν λύχνον
ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην,
ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον,
φημί, ὀστράκινον εὑρήσεις.
[σεξτ. 16]
ἐκεῖνα γὰρ ἀπολλύει, ἃ
ἔχει. "ἀπώλεσά μου τὸ ἱμάτιον." εἶχες γὰρ ἱμάτιον.
"ἀλγῶ τὴν κεφαλήν." μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν
καὶ αἱ κτήσεις.
"
[σεξτ. 17]
3Ἀλλ' ὁ τύραννος δήσει." τί; τὸ σκέλος. "ἀλλ' ἀφελεῖ."
τί; τὸν τράχηλον. τί οὖν <οὐ> δήσει οὐδ' ἀφελεῖ; τὴν
προαίρεσιν. διὰ τοῦτο παρήγγελ<λ>ον οἱ παλαιοὶ τὸ
Γνῶθι σαυτόν.
[σεξτ. 18]
τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν
ἐπὶ τῶν μικρῶν καὶ ἀπ' ἐκείνων ἀρχομένους διαβαίνειν
ἐπὶ τὰ μείζω.
[σεξτ. 19]
"κεφαλὴν ἀλγῶ." "οἴμοι" μὴ λέγε. "ὠτίον
ἀλγῶ." "οἴμοι" μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται
στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδ' ἂν βραδέως
τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε
"πάντες με μισοῦσιν". τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;
[σεξτ. 20]
τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος
ὥσπερ ἀθλητής: οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.
Τίς οὖν ὁ ἀήττητος;
[σεξτ. 21]
ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν
ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων
ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. "οὗτος
ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί
δ' ἂν καῦμα ᾖ;
[σεξτ. 22]
τί δ' ἐν Ὀλυμπίᾳ;" καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν
ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον;
τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δ' ἂν
θάνατον;
[σεξτ. 23]
δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν
καῦμα ᾖ, τοῦτό ἐστι: τί, ἂν οἰ<ν>ωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος
ἀθλητής.