ξη. 19
[σεξτ. 1]
Ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος
ᾖ, πεφυσῆσθαι δι' αὐτό.
[σεξτ. 2]
εὐθὺς ὁ τύραννος λέγει "ἐγώ
εἰμι ὁ πάντων κράτιστος." καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν
σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις;
ὁρμὴν ἀναμάρτητον;
[σεξτ. 3]
καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ
δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δ' ἅρματος τίνι ἢ
τῷ εἰδότι;
[σεξτ. 4]
τί δ' ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί
οὖν δύνασαι; "πάντες με θεραπεύουσιν." καὶ γὰρ ἐγὼ
τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ
τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά
μου κρείττονά ἐστιν; οὔ: ἀλλὰ χρείαν μοι παρέχει τινά.
ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ
θεραπεύω;
[σεξτ. 5]
οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω;
οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ'
οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον;
δείκνυε.
[σεξτ. 6]
τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς
γίνεται ὡς Σωκράτους; "ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι." καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.
[σεξτ. 7]
Τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο:
οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ' ἄλλου τινὸς
ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφ' ἑαυτοῦ.
[σεξτ. 8]
ἀλλὰ τὰ
δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ
τινὶ "δήσω σου τὸ σκέλος", ὁ μὲν τὸ σκέλος τετιμηκὼς
λέγει "μή: ἐλέησον", ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ
λέγει "εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον". "οὐκ
ἐπιστρέφῃ;
[σεξτ. 9]
" "οὐκ ἐπιστρέφομαι." "ἐγώ σοι δείξω ὅτι
κύριός εἰμι." "πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν.
ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι;
τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.
[σεξτ. 10]
" "ὥσθ' ὅταν
μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις;" "οὐ: ἀλλ' ἐμαυτόν. εἰ
δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν
χύτραν."
Τοῦτο οὐκ ἔστιν φίλαυτον:
[σεξτ. 11]
γέγονε γὰρ οὕτως τὸ
ζῷον: αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ
ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς.
[σεξτ. 12]
ἀλλ'
ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν
προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν
ὠφέλιμος ᾖ.
[σεξτ. 13]
καθόλου τε τοιαύτην <τὴν> φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν
δύνηται τυγχάνειν, <ἂν> μή τι εἰς τὸ κοινὸν ὠφέλιμον
προσφέρηται.
[σεξτ. 14]
οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ
πάντα αὑτοῦ ἕνεκα ποιεῖν.
[σεξτ. 15]
ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις
ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς
ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ
οἰκείωσις;
Τί οὖν;
[σεξτ. 16]
ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων [π]ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη
θεραπεύει<
[σεξτ. 17]
ν> τοὺς τυράννους. ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δ' οὔ.
πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν
ἐπὶ τοῦ λασάνου ποιήσῃ: πῶς εὐθὺς λέγομεν "φρονίμως
μοι λελάληκεν Φηλικίων"
[σεξτ. 18]
3. ἤθελον αὐτὸν ἀποβληθῆναι
τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ.
[σεξτ. 19]
εἶχέν τινα
Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό
τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο.
εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος: "
[σεξτ. 20]
3τί πράσσει
Φηλικίων ὁ ἀγαθός;
[σεξτ. 21]
φιλῶ σε." εἶτα εἴ τις ἡμῶν ἐπύθετο
"τί ποιεῖ αὐτός;" ἐλέγετο ὅτι "μετὰ Φηλικίωνος βουλεύεται περί τινος"
[σεξτ. 22]
3. οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον;
τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν;
[σεξτ. 23]
τοῦτ' ἔστι τὸ
τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.
"
[σεξτ. 24]
3Ἠξίωται δημαρχίας." πάντες οἱ ἀπαντῶντες συνήδονται: ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν
τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον,
εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει.
[σεξτ. 25]
τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι
καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ
καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.
[σεξτ. 26]
Σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου.
λέγω αὐτῷ "ἄνθρωπε, ἄφες τὸ πρᾶγμα: δαπανήσεις πολλὰ εἰς οὐδέν.
[σεξτ. 27]
" "Ἀλλ' οἱ τὰς [φ]ὠνάς",
φησί, "γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα." "Μή τι
οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών: ἐμὲ γεγράφασιν;
[σεξτ. 28]
εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν
ἀποθάνῃς, τί ποιήσεις;" "Μενεῖ μου τὸ ὄνομα."
"Γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία;
[σεξτ. 29]
" "Ἀλλὰ χρυσοῦν στέφανον
φορήσω." "Εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον
λαβὼν περίθου: ὄψει γὰρ κομψότερον."