ξη. 5
[σεξτ. 1]
Ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ,
πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑ<ρεῖν λόγ>ον, δι' οὗ
μεταπείσει τις αὐτόν.
[σεξτ. 2]
τοῦτο δ' οὔτε παρὰ <τὴν ἐκεί>νου
γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλ' ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί
τις αὐτῷ διὰ λόγου;
Ἀπολιθώσεις δ' εἰσὶ διτταί:
[σεξτ. 3]
ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος
ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδ' ἀπὸ τῶν μαχομένων
ἀφίστασθαι.
[σεξτ. 4]
οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντ' <ἂν> μηχανησαίμεθα ὑπὲρ τοῦ
μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ' ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.
[σεξτ. 5]
καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς
ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδεν<ὶ> παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα: ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.
Καταλαμβάνεις ὅτι ἐγρήγορας;
[σεξτ. 6]
"οὔ", φησίν: "οὐδὲ
γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα".
οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; "οὐδέν".
ἔτι τούτῳ διαλέγομαι;
[σεξτ. 7]
καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον
σίδηρον προσαγάγω, ἵν' αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται: ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ.
μάχην οὗτος οὐ συνορᾷ: κακῶς ἔχει.
[σεξτ. 8]
συνορῶν οὗτος οὐ
κινεῖται οὐδὲ προκόπτει: ἔτι ἀθλιώτερον ἔχει.
[σεξτ. 9]
ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν
οὐκ ἀποτέτμηται, ἀλλ' ἀποτεθηρίωται.
[σεξτ. 10]
ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων,
καθ' ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.