ξη. 22
[σεξτ. 1]
Προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν: καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν,
ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ ἐστι καὶ αἱρετὸν καὶ ἐκ
πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς
δ' ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον;
[σεξτ. 2]
πότ' οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν
προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις,
[σεξτ. 3]
ὅταν ὁ μὲν εἴπῃ
"καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν": "οὔ, ἀλλ' ἀπονενοημένος." ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους.
[σεξτ. 4]
αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων
καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων
προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν
ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον.
[σεξτ. 5]
ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως.
κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;
[σεξτ. 6]
"δεῖ μὲν οὖν." σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; "ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει." ἐφαρμόσατε οὖν τὰς προλήψεις.
ἐντεῦθεν ἡ ἀρχὴ μάχης.
[σεξτ. 7]
ὁ μὲν λέγει "οὐ χρὴ ἀποδιδόναι
με τὴν Χρυσηίδα τῷ πατρί", ὁ δὲ λέγει "δεῖ μὲν οὖν".
πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν
τοῦ δέοντος.
[σεξτ. 8]
πάλιν ὁ μὲν λέγει "οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας", ὁ δέ "τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;". "τὴν σήν"
φησίν. "ἐγὼ οὖν μόνος " "ἀλλ' ἐγὼ μόνος μὴ ἔχω;" οὕτως μάχη γίνεται.
Τί οὖν ἐστι τὸ παιδεύεσθαι;
[σεξτ. 9]
μανθάνειν τὰς φυσικὰς
προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν,
[σεξτ. 10]
ὅτι τῶν ὄντων τὰ μέν
ἐστιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν: ἐφ' ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφ' ἡμῖν δὲ
τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί.
[σεξτ. 11]
ποῦ οὖν θῶμεν
τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφ' ἡμῖν;
[σεξτ. 12]
Εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή,
ἀλλ' οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; Καὶ τίς
σου ἀνέξεται;
[σεξτ. 13]
μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν
εὐδαιμονεῖν; Οὐκ ἐνδέχεται. Καὶ τὴν πρὸς τοὺς
κοινωνοὺς οἵαν δεῖ [γαπ ιν τεχτ] ἀναστροφήν; καὶ πῶς ἐνδέχεται;
[σεξτ. 14]
ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι
καὶ ἀφελέσθαι αὐτὸν τοῦ πλησίον: εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι,
στάσεις, τυραννίδες, ἐπιβουλαί.
[σεξτ. 15]
πῶς δ' ἔτι δυνήσομαι
τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ,
οὐκ ἐπιστρέφεταί μου. καὶ "τί μοι καὶ αὐτῷ, εἰ οὐ δύναταί μοι βοηθῆσαι;" καὶ πάλιν "τί μοι καὶ αὐτῷ, εἰ
θέλει μ' ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι;" ἄρχομαι λοιπὸν
μισεῖν αὐτόν.
[σεξτ. 16]
τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα,
ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι
Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν,
ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα
ταῦτα ἐξακολουθεῖ.
Τί οὖν ποιήσωμεν;
[σεξτ. 17]
Αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος: νῦν ἐγὼ οὐχ ὁρῶ τί
ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ μαίνομαι;
[σεξτ. 18]
ναί: ἀλλ'
<ἂν> ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς
χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν
κεφαλὴν ἐρεῖ "ἄκουσόν μου, τέκνον: δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν: ταῦτα μωρά ἐστιν.
σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν,
[σεξτ. 19]
τί δέ
<σ>οι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι".
ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα;
[σεξτ. 20]
τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω;
[σεξτ. 21]
ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτι "σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν: οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι".