ξη. 8
[σεξτ. 1]
Καθ' ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν
ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις
ἐκποιεῖ μεταλαμβάνειν.
[σεξτ. 2]
οἷον φέρε τὸν τρόπον τοῦτον:
εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ
ἀργύριον: οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας: οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον.
[σεξτ. 3]
καὶ
τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ
ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν
γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ
οὐδὲν ἧττον.
[σεξτ. 4]
Τί ποτ' οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους
τὸν τρόπον τοῦτον;
[σεξτ. 5]
ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι
περὶ ταῦτα μηδ' ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε
ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν.
[σεξτ. 6]
τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθ', ὅτι οὐ μόνον ἀσχολία
τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ' ἄν, ἀλλὰ
καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα.
[σεξτ. 7]
μεγάλη
γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ
μάλιστ' εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι.
[σεξτ. 8]
ὅτι καὶ ἐν τῷ
καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ
ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι
ἐπ' αὐτῇ.
[σεξτ. 9]
ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον
τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν
ἐκείνων γενέσθαι, ἀλλ' ἐκεῖνα αὐτῷ προσθεῖναι;
[σεξτ. 10]
οὐχὶ δὲ
πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος
ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδ' ἀνεχόμενος, ἄν
τις ἅπτηται [τι] αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;
Τί οὖν;
[σεξτ. 11]
Πλάτων φιλόσοφος οὐκ ἦν; Ἱπποκράτης
γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ' ὁρᾷς πῶς φράζει Ἱπποκράτης.
μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν;
[σεξτ. 12]
τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;
[σεξτ. 13]
εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός,
ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα
ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις
φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος;
[σεξτ. 14]
οὐ θέλεις
αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ
δ' ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι;
τί οὖν;
[σεξτ. 15]
αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο: οὐδὲ
γὰρ τὴν ὁρατικήν.
[σεξτ. 16]
ὅμως δ', ἄν μου πυνθάνῃ τί ἐστιν
ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι
ποιὰ προαίρεσις [φαντασιῶν].