ξη. 9
[σεξτ. 1]
Ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ
μὴ δεῖσθαι ἀρχῆς: ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί
ἀντὶ τούτου ἔχεις.
[σεξτ. 2]
εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντ' αὐτοῦ,
ἄθλιος εἶ: εἰ δ' ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γίγνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον.
ἄλλος γυναῖκα εὔμορφον,
[σεξτ. 3]
σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου
γυναικός. μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμήσαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ
μετ' εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου καταφρονεῖν καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν,
ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν;
[σεξτ. 4]
ἀγνοεῖς οἷόν τί ἐστι
δίψος πυρέσσοντος; οὐδὲν ὅμοιον ἔχει τῷ τοῦ ὑγιαίνοντος. ἐκεῖνος πιὼν ἀποπέπαυται: ὁ δὲ πρὸς ὀλίγον ἡσθεὶς
ναυτιᾷ, χολὴν αὐτὸ ποιεῖ ἀντὶ ὕδατος, ἐμεῖ, στροφοῦται,
διψῇ σφοδρότερον.
[σεξτ. 5]
τοιοῦτόν ἐστι μετ' ἐπιθυμίας πλουτεῖν, μετ' ἐπιθυμίας ἄρχειν, μετ' ἐπιθυμίας καλῇ συγκαθεύδειν: ζηλοτυπία πρόσεστιν, φόβος τοῦ στερηθῆναι,
αἰσχροὶ λόγοι, αἰσχρὰ ἐνθυμήματα, ἔργα ἀσχήμονα.
Καὶ τί, φησίν, ἀπολλύω;
[σεξτ. 6]
Ἄνθρωπε, ὑπῆρχες αἰδήμων καὶ νῦν οὐκέτι εἶ: οὐδὲν ἀπολώλεκας; ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνώσκεις καὶ
Εὐηνόν: οὐδὲν ἀπολώλεκας; ἀντὶ Σωκράτους καὶ Διογένους τεθαύμακας τὸν πλείστας διαφθεῖραι καὶ ἀναπεῖσαι δυνάμενον.
[σεξτ. 7]
καλὸς εἶναι θέλεις καὶ πλάσσεις
σεαυτὸν μὴ ὢν καὶ ἐσθῆτα ἐπιδεικνύειν θέλεις στιλπνήν,
ἵνα τὰς γυναῖκας ἐπιστρέφῃς, κἄν που μυραφίου ἐπιτύχῃς, μακάριος εἶναι δοκεῖς.
[σεξτ. 8]
πρότερον δ' οὐδὲ ἐνεθυμοῦ τι τούτων, ἀλλὰ ποῦ εὐσχήμων λόγος, ἀνὴρ ἀξιόλογος, ἐνθύμημα γενναῖον. τοιγαροῦν ἐκάθευδες ὡς
ἀνήρ, προῄεις ὡς ἀνήρ, ἐσθῆτα ἐφόρεις ἀνδρικήν, λόγους ἐλάλεις πρέποντας ἀνδρὶ ἀγαθῷ: εἶτά μοι λέγεις
"
[σεξτ. 9]
3οὐδὲν ἀπώλεσα"; οὕτως οὐδὲν ἄλλο ἢ κέρμα ἀπολλύουσιν ἄνθρωποι; αἰδὼς οὐκ ἀπόλλυται, εὐσχημοσύνη οὐκ
ἀπόλλυται; ἢ οὐκ ἔστι ζημιωθῆναι ταῦτα ἀπολέσαντα;
σοὶ μὲν οὖ<
[σεξτ. 10]
ν> δοκεῖ τάχα τούτων οὐδὲν οὐκέτι εἶναι
ζημία: ἦν δέ ποτε χρόνος, ὅτε μόνην αὐτὴν ὑπελογίζου
καὶ ζημίαν καὶ βλάβην, ὅτε ἠγωνίας, μή τις ἐκσείσῃ σε
τούτων τῶν λόγων καὶ ἔργων.
Ἰδού,
[σεξτ. 11]
ἐκσέσεισαι ὑπ' ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ
δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην,
εἰς αἰδῶ, εἰς ἐλευθερίαν.
[σεξτ. 12]
εἴ σοί τίς που ἔλεγεν περὶ
ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα
φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου;
[σεξτ. 13]
νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ
πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ,
οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλ'
αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς
ὃν οὐδείς ἐστί σου πιθανώτερος.
[σεξτ. 14]
καὶ πρῶτον μὲν κατάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς
σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ
ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ
ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν.
[σεξτ. 15]
πέπτωκε τὸ παιδίον: "ἀναστάς", φησίν, "πάλιν πάλαιε,
μέχρις ἂν ἰσχυροπο<
[σεξτ. 16]
ι>ηθῇς." τοιοῦτόν τι καὶ σὺ πάθε:
ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης
ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται: ὡς πάλιν
ἀπονυστάσαι καὶ ἀπόλωλεν. ἔσωθεν γάρ ἐστι καὶ ἀπώλεια καὶ βοήθεια.
[σεξτ. 17]
Εἶτα τί μοι ἀγαθόν; Καὶ τί
ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ
ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώφρων.
[σεξτ. 18]
εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ
ποιεῖς: οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.