ξη. 11
[σεξτ. 1]
Εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς
ἀπειθοῦσι τῇ θείᾳ διοικήσει: "
[σεξτ. 2]
3ὃς ἂν ἄλλο τι ἡγήσηται
ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω,
κολακευέτω, ταρασσέσθω: ὃς ἂν ἄλλο κακόν, λυπείσθω,
πενθείτω, θρηνείτω, δυστυχείτω"
[σεξτ. 3]
3. καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.
Μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου:
[σεξτ. 4]
ξεῖν', οὔ μοι θέμις ἔστ'[ι καὶ], οὐδ' εἰ κακίων σέθεν <ἔλθοι,
ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαν>τες
ξεῖνοί τε πτωχοί τε.
τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν:
[σεξτ. 5]
οὔ μοι
θέμις ἔστ' οὐδ' εἰ κακίων σέθεν ἔλθοι, πατέρ'
ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου:
[σεξτ. 6]
καὶ ἐπ' ἀδελφῷ: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις
εὑρήσομεν ἐπόπτην τὸν Δία.