ξη. 6
[σεξτ. 1]
Τὸ συνημμένον ἀδιάφορον: ἡ κρίσις ἡ περὶ αὐτοῦ
οὐκ ἀδιάφορος, ἀλλ' ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως
τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.
[σεξτ. 2]
μή ποτ'
οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς
γίνεσθε, μήθ' ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ,
ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες.
[σεξτ. 3]
καλὸν δὲ καὶ τὸ
εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν' ἐν οἷς
μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδ' ἀγανακτῇς, εἴ
τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις.
[σεξτ. 4]
καὶ γὰρ σὺ
ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς: "ἐγὼ ἔμαθον, ὑμεῖς δ' οὔ"
[σεξτ. 5]
3. οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς,
μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ' ἐκείνου
μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ' ἀρκείτω
τὸ εὐσταθεῖν.
"
[σεξτ. 6]
3Ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα." <"ἀσπάζομαι.">
"πῶς;" "οὐ ταπεινῶς." "ἀλλ' ἐξεκλείσθης." "διὰ θυρίδος
γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλ<ε>ιμένην
εὕρω τὴν θύραν, ἀνάγκη μ' ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς
θυρίδος εἰσελθεῖν"
[σεξτ. 7]
3. "ἀλλὰ καὶ λάλησον αὐτῷ." "λαλῶ."
"
[σεξτ. 8]
3τίνα τρόπον;" "οὐ ταπεινῶς." "ἀλλ' οὐκ ἐπέτυχες." μὴ
γὰρ σὸν τοῦτο <τὸ> ἔργον ἦν; ἀλλ' ἐκείνου. τί οὖν
ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ
τί ἀλλότριον [καὶ] οὐ ταραχθήσῃ.
[σεξτ. 9]
διὰ τοῦτο καλῶς ὁ
Χρύσιππος λέγει ὅτι "μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ
ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν: αὐτὸς γάρ μ' ὁ θεὸς
ἐποίησεν τούτων ἐκλεκτικόν.
[σεξτ. 10]
εἰ δέ γε ᾔδειν ὅτι
νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ'
αὐτό: καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν
ἐπὶ τὸ πηλοῦσθαι."
Ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες;
[σεξτ. 11]
οὐχ ἵνα καὶ
ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ
θερισθῶσιν;
[σεξτ. 12]
οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι.
[σεξτ. 13]
οὕτως ἴστε ὅτι καὶ ἐπ' ἀνθρώπων
κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν: ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι.
[σεξτ. 14]
ἡμεῖς δ' ἐπειδὴ οἱ αὐτοί ἐσμεν,
ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ
παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν
τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά.
[σεξτ. 15]
ἀλλὰ Χρυσάντας
μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος
ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν: οὕτως προυργιαίτερον
ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον
ποιεῖν:
[σεξτ. 16]
ἡμῶν δ' οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.
[σεξτ. 17]
ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις
λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν: εἰ δ'
ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον
φθαρῆναι;
[σεξτ. 18]
τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ
θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ
καταβῇς εἰς Ἅιδου;
[σεξτ. 19]
ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτ' οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν,
πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα
ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.
"
[σεξτ. 20]
3Τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος." ἐγὼ δ' οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι;
σὺ δ' αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις;
οὐ τῇ κεφαλῇ;
[σεξτ. 21]
"ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω." τῇ
σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι
ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν;
[σεξτ. 22]
"ἀλλ' ἐξορισθῆναι
κινδυνεύω." τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι <ἢ>
ἐν Ῥώμῃ; "ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ;" ἄν σοι
ποιῇ, ἀπελεύσῃ: εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ
πέμπων σε εἰς Γύαρα.
[σεξτ. 23]
τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ;
μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν' εἴπῃ νέος εὐφυὴς
ὅτι "οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα
δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ"
[σεξτ. 24]
3. μόνον ἐκείνης τῆς διαιρέσεως
μέμνησο, καθ' ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή
ποτ' ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων.
[σεξτ. 25]
βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός: ἡ προαίρεσις δ' ἴση, ἂν ἴσην αὐτὴν <ἐν>
ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι.
[σεξτ. 26]
καὶ τότ'
ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν.
[σεξτ. 27]
μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ
ἠνεσχόμεθ' ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος
"θέλεις ἀναγνῶ σοι παιᾶνας"; "τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι
ἔστιν " ἐν τίσιν οὖν; "ἀποθνῄσκειν μέλλω." ἄνθρωποι
δ' ἄλλοι ἀθάνατοι ἔσονται;