ξη. 2
[σεξτ. 1]
Τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν: ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς
ἐκκλίσεις, ἵνα μήτ' ὀρεγόμενος ἀποτυγχάνῃ μήτ' ἐκκλίνων περιπίπτῃ:
[σεξτ. 2]
ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ
ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως,
ἵνα μὴ ἀμελῶς: τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν
καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις.
[σεξτ. 3]
τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ
τὰ πάθη: πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως
ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός
ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ
ζηλοτύπους ποιῶν, δι' ὧν οὐδ' ἀκοῦσαι λόγου δυνάμεθα.
[σεξτ. 4]
δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον: οὐ δεῖ γάρ
με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν,
ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.
Τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων,
[σεξτ. 5]
ὁ
περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδ' ἐν ὕπνοις
λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδ' ἐν
οἰνώσει μηδὲ μελαγχολῶντος. Τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν.
[σεξτ. 6]
Οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον: μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους.
[σεξτ. 7]
Δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς
ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον.
[σεξτ. 8]
Τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει;
τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος
εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν
ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο
σοι λείπει ἢ ἀμεταπτωσία;
[σεξτ. 9]
τάλας, αὐτὰ ταῦτα τρέμων
μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ
πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει.
[σεξτ. 10]
κἄν τις ἐλθὼν
εἴπῃ σοι ὅτι "λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν
φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ
δεῖνα", γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δ' ἄλλος παρὼν εἴπῃ "οὐδὲν εἴρηκας, οὐκ
ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι: τί γὰρ οἶδεν; τὰς
πρώτας ἀφορμὰς ἔχει, πλέον δ' οὐδέν", ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας "ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας
φιλόσοφος"
[σεξτ. 11]
3. βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ
ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν
τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα
ἐκμανέντος αὐτοῦ "Οὗτός ἐστιν", ἔφη, "ὁ δεῖνα:
ἔδειξα ὑμῖν αὐτόν"
[σεξτ. 12]
3; ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλ' ὅταν τις τὰ δόγματα
αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.
Βλέπωμεν καὶ σοῦ τὰ δόγματα.
[σεξτ. 13]
μὴ γὰρ οὐ δῆλόν
ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ
δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον
ἀνεγνω<κὼ>ς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον,
ἀπέχεις ἅπαντα.
[σεξτ. 14]
τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς
εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα
μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν
ἄγοντα, πέρπερον: ταῦτα ἡμῖν ἔδειξας.
[σεξτ. 15]
ἄπελθε νῦν καὶ
ἀναγίγνωσκε Ἀρχέδημον: εἶτα μῦς ἂν καταπέσῃ καὶ
ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος,
οἷον καὶ τὸν τίνα ποτ' ἐκεῖνον; τὸν Κρῖνιν. καὶ
ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον.
[σεξτ. 16]
τάλας, οὐ
θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα
τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖν "οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ
κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ,
ἡσυχίαν ἄγω.
[σεξτ. 17]
ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν
λόγων δεῖ ἀναστρέφεσθαι: ἴδωμεν, πῶς ὑπόθεσίν τις
λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται". ἐκείνων ἐστὶ
ταῦτα.
[σεξτ. 18]
τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν
οὕτως τύχῃ, καὶ ᾄδειν καὶ ὀρχεῖσθαι: βυθιζομένου δὲ
τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.