ξη. 4
[σεξτ. 1]
Λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν
καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.
[σεξτ. 2]
ὁ δ' Ἀλλ' ἄν, φησίν,
ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ
ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν,
τὸν αἰδήμονα, τὸν ὅσιον.
[σεξτ. 3]
ταῦτα μόνα; γειτνίασιν δ' οὐκ
ἀναιροῦμεν, φιλίαν δ' οὔ, πόλιν δ' οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι
πιστεύσω;
[σεξτ. 4]
εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε
σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐδ' ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο:
[σεξτ. 5]
εἰ
δ' ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι
ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν: δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν
ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον;
[σεξτ. 6]
εἶτα ἐρεῖς "οὐδείς μου
ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου"; κακὸς γὰρ εἶ καὶ
ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, πλήξας κατέβαλεν.
[σεξτ. 7]
σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε
ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε
θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.
Τί οὖν;
[σεξτ. 8]
οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει;
κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων: ἀλλ' ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον
ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον
ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως
ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς
συμπότης καὶ σύνδειπνος Σωκρατικός.
[σεξτ. 9]
ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν.
[σεξτ. 10]
οὕτως
καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δ' ὁ νομοθέτης ὡς
ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος
ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;
"
[σεξτ. 11]
3ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ." Ἀρχέδημον
τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;