ξη. 2
[σεξτ. 1]
Ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι
καὶ ποῦ θέλεις ἀνύσαι.
[σεξτ. 2]
εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά
σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις.
[σεξτ. 3]
τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις
ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος,
τίς αὐτὰ δύναται ἀφελέσθαι;
[σεξτ. 4]
εἰ θέλεις αἰδήμων εἶναι
καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι
μηδ' ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ
δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι;
[σεξτ. 5]
ἀλλὰ τί;
πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι: ἵνα δὲ καὶ
ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι;
[σεξτ. 6]
ὅταν οὖν
ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ;
[σεξτ. 7]
τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο
πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.
Διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα,
[σεξτ. 8]
ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη "οὐ δοκῶ
οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;
[σεξτ. 9]
" "Ποίαν παρασκευήν;" "Τετήρηκα",
φησίν, "τὸ ἐπ' ἐμοί." "Πῶς οὖν;" "Οὐδὲν οὐδέποτ' ἄδικον οὔτ' ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.
[σεξτ. 10]
" εἰ
δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ
οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι: ἤδη αὐτόθεν
παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ
λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν
ἀντίδικον.
[σεξτ. 11]
εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι:
εἰ κλαῦσαι, κλαῦσον: εἰ οἰμῶξαι, οἴμωξον.
[σεξτ. 12]
ὅταν γὰρ
ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ
ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ
θέλε,
[σεξτ. 13]
ἀλλ' ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα
ἢ ἐκεῖνα: ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ
ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον
εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι.
[σεξτ. 14]
εἰ δ' αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη
δίελε "ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια.
ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές: ὅπου ἡ
ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσις".
Ἐπεί τ<
[σεξτ. 15]
ο>ι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε "ἐμὲ δ' Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ";
οὕτω μωρὸς ἦν,
[σεξτ. 16]
ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα
οὐ φέρει, ἀλλ' ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον
καὶ προσερεθίζει;
[σεξτ. 17]
ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου
πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς
ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι "ἀλλ'
οὔτε δεήσομαι ὑμῶν οὔτ' ἐπιστρέφομαι, τί μέλλετε κρίνειν: ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί
ἐστε ἢ ἐγώ.
[σεξτ. 18]
" καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς
χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ' ὅτι "καὶ οὐ δέομαι". εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει.
[σεξτ. 19]
καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις;
[σεξτ. 20]
εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός: εἰ δ' ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ' αὐτόν, τὰ
ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.
Ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν "
[σεξτ. 21]
3ὑπόθου μοι". τί
σοι ὑποθῶμαι; ἀλλὰ "ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν
ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι"
[σεξτ. 22]
3. ἐπεὶ ἐκεῖνό γε ὅμοιόν
ἐστιν οἷον εἰ ἀγράμματος λέγοι "εἰπέ μοι τί γράψω,
ὅταν μοι προβληθῇ τι ὄνομα"
[σεξτ. 23]
3. ἂν γὰρ εἴπω ὅτι Δίων,
εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος
ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται;
[σεξτ. 24]
τί γράψῃ; ἀλλ' εἰ
μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάς<ασθ>αι
πρὸς πάντα τὰ ὑπαγορευόμενα: εἰ δὲ μή, τί σοι ἐγὼ
νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα,
τί ἐρεῖς ἢ τί πράξεις;
[σεξτ. 25]
τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω
χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ
βούλημα τοῦ κυρίου.
[σεξτ. 26]
τίς δ' ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ
τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.