[p. 191]
δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους
ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν · ὁ δὲ τῆς
τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς
κοιλίης καὶ τῶν ἐντέρων. The negative,
OU)X, is wanting in all the MSS.; but, as Wigan remarks, it is
evidently required by the sense. | Εὐπόρως ὦν χρὴ τὴν
κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπ'
ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα ,
μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ
πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις,
ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ
δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα.
The
common reading, στάθεα, has no meaning. I have
adopted the conjectural emendation of Wigan, in preference to
στεριχθέντα, which is the reading of Ermerins.
|
τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ.
χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται
τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα
ἔμμεναι, ἀλήτων μὲν αἰρίνων,
ἢ ἐρυσίμων, ἢ κριθῆς,
καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου
ὀξέος, μήλων τοῦ χυλοῦ,
ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς
ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη,
σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου,
γλήχωνος, ἴριδος.
Ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς,
σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον,
ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ
βδέλλαι, ἢ σχάσαι,
κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ
μέζονας διαβρώσιας ποιέεται · τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην
πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ
νῦν. κἢν ἅλις ἔχῃ κενώσιος,
ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι
|