[p. 224] στερεὸν θρέψαι,
καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ·
φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον,
ἄγειν φλέγμα, εὔπνοον
, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ
καὶ ἄλλου παντὸς εὐμενές τερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε
πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος.
ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν.
καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει· ἄριστον δὲ
ξὺν γάλακτι, καὶ πολτοὶ,
καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ,
καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται.
καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω
ὁμοίη, πτισάνης ὁ χυλὸς,
εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι,
ὁκόσον ῥΥμφάνεσθαί ἐστι ῥΗί̈στη· ἢν καὶ τῶν ἐς ἡδονήν τι
λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον,
λιγυστι κοῦ κόμην, γλήχωνα,
ἡδύοσμον, ἁλῶν βραχὺ,
ὄξος, ἢ μέλι.
ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν · ἢν
δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων ·
ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι · ἀφυσότερος γὰρ,
καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ. τηε ξομμον ρεαδινγ ις ἢν καὶ ὡς πτισάνη μιγματώδης
ὀπτίσθω; which Ermerins alters to σμηγματώδης
πτισθῆ, the meaning of which seems to me very equivocal.
|
ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα,
ἀλλ' ἔστι φυσώδης. πισὸς καὶ
ὦχρος, ὁκόσον ἀφυσότερα,
τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον
ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι · ὄψα δὲ
αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται· ὠὰ δὲ ἐκ πυρὸς μὲν
ὑδαρέα, θερμά· ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα,
πρὶν τὴν
ἥπατι ἕλκος ἔοι ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς
τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς
τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ
ἡγεμὼν
|