[p. 104] ὀκνέοντας, κωφοὺς,
ἀσθενέας, ῥΙκιους,
ἀπρηκτους, ἐπώχρους, λευκοὶς,
γυναικώδεας, ἀποσίτους,
ψυχροὺς ·
μελέων βάρεα, καὶ νάρκας σκελέων,
ἀκρατεας, καὶ ἐς παντα παρέτους,
ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται.
πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις
πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμέ νης;
καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ,
θερμοὺς, ἐνάρθρους,
λασίους, εὐφώνους,
εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ ῥέΞαι·
δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ
θορὴ, ῥΙκνοὶ, ἀσθενέες,
ὀξύφωνοι, ἄτριχες,
ἀγένειοι, γυναικώδεις·
δηλοῦσι οἱ εὐνοῦχοι.
Ermerins ventures to erase the last three
words, and also δηλοῦσι οἱ ἄνδρες, above, from the text.
Non felicissim・audax!
| ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς
θορῆς, κραταιὸς,
εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ
σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες,
ὑπ' ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες.
πολλὸν δὲ οἱ φύσι χερείους ὑπ' ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες
. ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸ ν ἢ
θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην,
καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην,
καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ
σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις .
I cannot but
think that the true reading must be μετάστασις . I do not
think myself warranted, however, in making such an alteration without authority. Ermerins
reads, γονορροίην ἀπόσκηψις, which does not appear to
me to be an improvement.
|
Κεφ. σ'.
Περὶ Στομαχι κῶν . Στόμαχος
ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν,
ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου
πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται.
ἀπότοκοι ἡδονῆς μὲν,
εὐπεψίη , εὐσαρκίη,
εὐχροίη τοῦ σώματος · ἀηδίης δὲ τουτέων τἀναντία,
κοτὲ καὶ ἀθυμίη
|