[p. 230]
τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς,
ἐπιθήμασι χρέο,
νάρδῳ, μαστίχῃ,
φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ
χυλὸς μὲν ξὺν νάρδῳ καὶ ῥΟδίνῳ, ἄριστον ἐς τέγξιν·
ἐπίπλασμα δὲ ἡ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι · ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων
μῖξις ἀγαθὴ, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς
τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα.
Ἀτὰρ καὶ ὕδωρ τὸ
ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ,
καὶ γάλα, καὶ ξὺν τῷδε
σιτία, ἄμυλοι,
χόνδροι, ῥΟφήματα.
οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον,
ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε
καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος· οἶνος δὲ, στύφων θ' ἅμα
καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος·
This word, or some other of similar import, is evidently
required in this place, as Petit was the first to suggest. Ermerins does not hesitate to adopt
it. |
ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς,
ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ
γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ,
ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω
, ἡ διὰ τῶν ὀπωρέων, τά τε
ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ
βίος ωὐτός.
Ἀμφὶ μὲν φλεγμασίης ,
καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως
ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται · ἀμφὶ δὲ
ἑλκώσιο ς, ἠδὲ λίθων γενέσιος,
ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι,
μάλιστα νῦν γράφω· ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μὴ, οἷσι ὅγε
παρηγορήσεται.
Λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς
ἄγονον τρέψαι, ἀδύνατον.
ῥΗί̈τερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ
νεφροὺς λιθιῶντας