[p. 154] πρηέως δὲ διακρατέειν,
ὡς μὴ διαστρέφηται τὰ ἰθέα.
τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι · διαχρίειν τε τὴν
ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ,
ἢ ῥΗτίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν
πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ
διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν
δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώ μου μέρος
ἕν, χαλκοῦ κερ.
ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν.
ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι,
ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ
τόδε· τοῦ καρδαμώμου , καὶ σινήπιος,
καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς ῥίΖης
μέρος α, ξὺν νίτρου διπλασίῳ,
πεπέριος ἐς τρίτον, μέλιτι φυράσαν τα ὁμοῦ τὰ
πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν,
ἀτὰρ καὶ ἔτι προσωτέρωτῶν παρισθμίων,
ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι·
τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα
δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς,
σινήπιος καὶ ὑσσώπουἶσα,
καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων
ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι · τάδε μὲν ὦν ἐς
ἀνέγερσιν τοῦ παροξυσμ οῦ · τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται.
Νῦν μάλα χρὴ κοίτην μαλακὴν,
εὐαφέα, λείην,
προσηνέα, θερμὴν ἔμμεναι.
ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται
. ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται,
τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι
ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες,
ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται
οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ ὁ οἶκος ἀλεεινὸς,
κἢν θέρεος ᾖ, μὴ μέχρι
ἱδρώτων, ἢ ἐκλύσιος. ἐς
συγκοπὴν γὰρ ἡ νοῦσος