[p. 114]
Κεφ. ι'.
Περὶ Λειεντερίης.
Ἢν ἐπὶ
δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται
πυκναὶ, παχεῖαι ,
στερέμνιοι , τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει,
ὑγρὰ, ἀδιάκρι τα τοῦ
τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν δι' οὗπερ ἐς τὴν ἄνω φορὴν ἡ τροφὴ ἀναί̈σσει,
ἀπέκλεισεν ἡ ὠτειλή. ἀτροφίη οὖν
τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη.
ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει,--
τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων,-- τοὔνομα.
καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν
ὠτειλὴν οὐκ ἴσχει· ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα.
τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ,
μήτε ἐς τὴν ἀναφορὴν ἀναί̈σσῃ,
ἄκρατον δὲ ὑπ' ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον ἡ
τροφή. ἀλλ' ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρσις,
ἀλλὰ φαύλη, ἁπλοῦς
ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ
χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων,
οὐδὲν ὠφελέει.
Τίκτει δὲ καὶ χρονίη
νοῦσος, καὶ ὀρθοστάδην καχεξίη · ἀτὰρ καὶ ὕδρωπές κοτε ἐς
τόδε ἀπέσκηψαν εὐτυχῶς, ἐς κακὸν μὲν ἐκ κακοῦ,
ἀλλὰ κρέσσων ἡ διαδοχή.
Κεφ. ια'.
Περὶ Ὑστερικ ῶν.
Τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον,
ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ
ἑλκέων ἢ φλεγμασίης ἢ ῥΟῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω
κινέηται, ὠκέως κτείνει.
γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπ'
αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια ῥόΟς
διπλόος, σκληρίη,
ἕλκεα, τὰ μὲν ἀσινέα,
τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ
μέρεος.