[p. 157] δὲ τὴν ἀλθαίηνκεκομμένην
προεψεῖν · ἐπιπάσσειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καστορίου· οὐ σμικρὴ δὲ ἡ ἔνθεν ἀλέη ὅλῳ τῷ
σκήνεϊ, ὅτι καὶ τὰ ῥίΓεα τὰ ἀπὸ τῶν ἑλκέων κακοήθεα.
ἐγχρίειν δὲ τὰς ῥῖΝας τῷ καστορίῳ ξὺν κροκίνῳ λίπαϊ·
ἀλλὰ καὶ πιπίσκειν τοῦδε ξυνεχέως ὁκόσον ὁλκῆς τριώβολον· ἢν δὲ πρὸς τόδε ἀπαυδήσῃ ὁ
στόμαχος, μεσηγὺ σιλφίου ῥίΖης διδόναι τῆς ὁλκῆς τὸ ἶσον τῷ
καστορίῳ, ἢ σμύρνης, τοῦ σιλφίου
ἥμισυ. ἅπαντα δὲ ξὺν μελικρή τῳ πιπίσκειν.
εἰ δὲ εὐπορίη ὀποῦ τοῦ σιλφίου τοῦ ἀπὸ τῆς Κυρήνης γένοιτο,
τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα,
ὁκόσον ὀρόβου μέγεθος, καταπιεῖν διδόναι.
ἄριστον γὰρ ὧδε, ὡς τὴν
ὑπερώην λάθοι παραλλάξας · δριμὺς γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνὴς,
κάκοδμος ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν,
μελικρήτῳ λύσαντα διδόναι.
ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον,
ὁκόσα πέφυκε ἀλεαίνειν τε καὶ ὑγραίνειν, καὶ
ἀνιέναι τῆς τάσιος, καὶ μαλθάσσειν νεῦρα.
ἢν δὲ μηδὲν καταπίνωσι, ἐς τὴν ἕδρην
ἐγχέειν ξὺν ἐλαίῳ, τοῦ καστορίου.
τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ ἢ μέλιτι· τῷδε καὶ τὴν κύστιν τέγγειν τε καὶ
χρίειν ἐς πάχος ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύσας καὶ
κόπριον ἄγειν καιρὸς ᾖ, τῆς ἱερῆς τοῦ καθαρτηρίου ὁλκῆς͵
δύο ξὺν μελικρή τῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε
ἔτι καὶ τὸ ἔντερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ. ποικίλον
γὰρ καὶ θερμὸν φάρμακον ἡ ἱερή.
Δοιαὶ συνάγχης ἔασι
ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων
, καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα,
καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε
μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις,
ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν
φλεγμασίην εἴσω