ΧΡΟΝΙΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
ΒΙΒΛΙΟΝ
Β'.
Ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ
διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον,
ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ
δοχεῖον, τὸ περιτόναιον,
οὐδ' ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ.
διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ
ωὐτὴ, καὶ σύντηξις· ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ
περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται,
ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται.
ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος
ἐλαφρίη μοῦνον· δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ
ὑγρὸν αὐαίνει.
Ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν
τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι· ἐς δὲ τὸ δίψος μεγάλης
ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων
μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν,
πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε
ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος·
δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ.
ποτὸν γὰρ οὐδ' ὅσον γίγνηται δίψεος ἄκος.
πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα