[p. 123] τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον,
ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν
μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα.
θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης.
δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ
παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι,
ἀκινησίη, ἀποσιτίη,
δίψος, ἀγρυπνίη · ἢν δὲ ἐπανέλθωσι,
τοῦτο μὲν, ὅκως ἐκ
θανάτου πεφευγότες, ἄνετοι τὸν βίον,
ἀκρατέες, ἁπλοῖ,
εὔθυμοι, δωροδόκοι,
καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ
παρούσῃ ζωῇ.
Ermerins ventures to introduce
οὐκ before αὖθις; and it seems
to be required.
| ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ
ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.
Ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ
χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ
πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ
κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον · μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπ' ἄλλῳ
ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα,
εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα
τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ δι' ὅλου τοῦ σκήνεος.
ἵππος μέν γε ἄλλος μὲν λευκότατος ,
ὅκως οἱ Θρήϊκες Ῥήσου·
ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω
πόδαργος. οἱ δὲ
ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα · ἄλλοι δὲ κυάνεοι · ἵππῳ εἰσάμενος
παρελέξα το κυανοχαίτῃ .
ὧδε καὶ βόες, ὧδε καὶ κύνες,
ἠδὲ ὁκόσα ἀνὰ
|