[p. 10] οὖν κεκρατη
μέν οισι οὐκέτι ἐγχειρέ ων ξυνάχθε ται μοῦνον. ἥδε ἐστὶ τοῦ
ἰητροῦ μεγάλη ξυμφορή.
Ἡ συνάγχη
κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα·
ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον ὴ, ἢ μούνου
τοῦ πνεύματος πάθος, ἐφ' ὡυτέου την αἰτίην ἴσχοντος.
Ὀργάνων δὲ,
παρισθμίων , ἐπιγλωσσίδος,
φαρυγγέθρου, κίονος,
ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονὴ,
καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν
ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος,
καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται.
κυνάγχη τόδε καλέεται,
ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ
ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν
ὑγείῃ.
Τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι ·
ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου
φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς
θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα · συνάγχην τήνδε
καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν.
ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι,
τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου,
ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς.
ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν
Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται,
ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι,
πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ
γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι
μὴν ἐνδακόντος , λυσσᾷ ὁ ἄνθρωπος.
τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν · ἐπεὶ καὶ
ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ