[p. 211]
καὶ νήχεσθαι τῇ θαλάσσῃ, καὶ τῇσι ψάμμοισι
ἐγκαλινδέεσθαι, καὶ βιοτεύειν ἐς θάλασσαν.
Ἑτεροκρανίης ταὐτὰ ἄκεα.
ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε
πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ
τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι,
τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.
Κεφ. γ'.
Θεραπεία Σκοτωματικῶν.
Καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη · ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπ'
αἰτίῃσι φύεται, αἱμορρο ί̈δων ῥόΟυ ἐπισχέσι · κἢν ἀπὸ ῥΙνὸς
αἷμα μὴ ῥέῃ, Πρόσθεν ῥέΟν,
ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ
ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν
πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαί ῃ ξυστῇ,
τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα
ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν
ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ
νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν.
ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη.
ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ,
ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι,
τῇσι διὰ ῥΙνὸς, ἢ ἱδρώτων,
φλέβα τάμνειν τὴν ἐπ' ἀγκῶνι· ἢν δ' ἐπὶ ἥπατι πλημμύροντι,
ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι
σπλάγχνων, ἀρῆγον ἡ σικύη.
χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ,
τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ
τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα
ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα,
ἢ τὰς ἑκατέρωθεν τῆς ῥΙνὸς πρὸς τοῖσι κανθοῖσι,
σικύην τῇ κορυφῇ προσβάλλειν,
ἐκκόπτειν τὰς ἀρτηρίας· ξυρεῖν τὴν κεφαλὴν,
φοινίσσειν , φλέγμα ἄγειν διὰ ῥΙνῶν πταρμικοῖσι
, ἢ διὰ στόματος,
ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ,
πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ
ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν ῥῖΝα,
ἔχει τὴν πρόσθεσιν.