[p. 223] τῷ
Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν,
καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν
γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ
σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς,
πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων,
λαγωῶν, δορκάδων,
πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον
ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς
τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται.
διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον ,
κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ
στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει·
φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια , πίτυος καρπὸς καὶ
κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου,
καὶ πεπέριος, ἀμυγδάλων αἱ
πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι
θέλῃς, ἄριστον σμύρνα,
καὶ ἴρεως ἡ ῥίΖα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον
, καὶ ἡ τοῦ Βηστίνου,
καὶ Μιθριδάτου , καὶ ἄλλαι μυρίαι· ἐπιθήματα
δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη,
μελίλωτον, καὶ μήκωνες,
καὶ τερμίνθου δάκρυον, καὶ
ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ ῥόΔων,
ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων
πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι · ἄλλ' ὅσα σαρκῶν
τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς
τὸ ἀρχαῖον ἀποκατάστασιν.
Κεφ. η'.
Θεραπεία Φθίσιος.
ὅκως ἐν νηϊ καὶ γαλήνῃ. καὶ γὰρ,
εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ
γίγνοιτ' ἂν αἰώρη καὶ βιοτή. καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα
ξυνδίδωσι ἅλμη· ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαν τα χρίεσθαι νῦν λιπαρῷλίπαϊ,
ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιον ούμ ενον . . . . .
ἀπ' ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας
πέντε, ἢ ἓξ, ἢ πολλόν τι
πλεῖον· ἢν δὲ μὴ, ὁκόσον τις δύνηται · πολλάκι γὰρ τόδε
μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε· γάλα δὲ ἡδὺ μὲν προσάρασθαι· πιεῖν δὲ ῥήΪστον,