[p. 31]
καὶ ψυχῇ καθαρώτεροι, καὶ τάδε οὐκ εἰς τὰ
παρεόντα μοῦνον, καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες.
μὴ οὖν καὶ αἵδε στομάχου αἱ δυνάμιες,
ἀλλὰ καρδίης, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ
φύσις αὐτέης, εἰς ἣν καὶ τὸ πάθος ᾖ τῶν τῇδε δυνάμεων.
Ἔστι δὲ ἡ τῆς νούσου ἰδέη ἔκλυσις τοῦ τόνου τῆς
φύσιος ἐπ' αἰτίῃ ψύξι καὶ ὑγρότητι. καὶ γὰρ ἄθερμοι,
καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ
ἄδιψοι· καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων
ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή.
εὖτε μὲν γὰρ ἔρρωται ἡ φύσις, καί
ἐστιν εὔκρατος, πάντων μὲν κρατέει,
πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ,
καὶ πνεύματι, καὶ στερεοῖσι,
καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν
ἄνθρωπον · ἢν δὲ τῆς φύσιος ὁ δεσμὸς, τουτέστι ὁ
τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος
. κατάρχει δὲ αὐτέου καῦσος,
ὅς ἐστι τοιόσδε.
Πῦρ μὲν πάντη
καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ
θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος
ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη,
γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ
δέρματος, ἄκρεα ψυχρὰ,
οὖρα χολόβαφα κατακορέως , ἀγρυπνίη,
σφυγμοὶ πυκνοὶ,
σμικροὶ, ἔκλυτοι · ὀφθαλμοὶ εὐαγέες,
λαμπροὶ , ὑπέρυθροι· προσώπου εὐχροίη.
Ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος,
μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι,
πῦρ ξηρότατον καὶ δριμύτατον ,
γνώμη παράφορος, πάντων ἀγνωσίη,
διψώδεες, ψαῦσαι ψυχροῦ
ἐπιθυμίη, τοίχου,
ἐσθῆτος, ἐδάφεος,
ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα,
ὄνυχες πελιδνοὶ,
ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ
κληί̈δας.
Ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης
ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν,
ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται.