[p. 34] Ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ
κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος,
Ermerins places the words ἀτὰρ ἱδροῖ ὥνθρωπος
after ῥΙγώδεες, but the necessity for this change is not
very clear.
|
χολὴ μέλαινα ἄνω καὶ κάτω.
οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ· ἀλλ' οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον
τῶν ὑγρῶν μετοχετεύσεως· ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ
πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες
κενεαὶ, προθυμίαι τεινεσμώδεες,
ξηραὶ, ἄχυλοι · θάνατος ἐπώδυνος καὶ οἴκτιστος
, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ.
Φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος,
δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον,
χειμὼν ἥκιστα· ἡλικίαι δὲ,
αἱ τῶν νέων καὶ ἀκμαζόντων · γῆρας ἥκιστα,
παιδία δὲ τουτέων μᾶλλον, ἀλλ' οὐ θανατώδεα.
Κεφ.
σ'. Περὶ Εἱλεοῦ.
Ἐντέροισι γίγνεται μὲν φλεγμονὴ,
ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ
μυρίοι στρόφοισι καρτεροῖσι · ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν,
ἀργὸν, οὔτε κάτω περῆσαι ῥΗί̈διον οὔτε ἄνω
ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι · τοὔνεκεν καὶ τὸ
πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ
καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ
ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα·
ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ
γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν,
τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων.
Αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων
πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπ' ἄλλῃ
ἀπεψίη, μάλιστα δ' ἐπὶ τοῖσι εἱλεώδεσι,
ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ
πληγὴ, ἢ ψύξις, ἢ
ψυχροποσίη ἐφ' ἱδρῶτι,