[p. 162] ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης
διπλάσιον τῆς καδμίης, καὶ ῥήΟυ ἡ ῥίΖα ξύν τινι
ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας · ὑγραίνει
γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ
καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν.
ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ
ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα
σπασμοῦ. ἐπιξηραίνε ται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα,
καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνετα ι.
χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ
τράγου, ἢ λίνου σπέρματι,
ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ
ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης,
καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος,
καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν,
οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν
ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ.
Κεφ. ι'.
Θεραπεία Πλευρίτιδος.
Οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδ'
ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς
ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει
ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας
. μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν · ἢν δὲ ἀπὸ πλήσιος
σίτων καὶ ποτῶν ἔῃ, ἐπ' ἀσιτίης μίην ἡμέρην φυλάξαντα,
ἀφαιρέειν ἀπ' ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ
φλεβὸς, τοῦ κατ' ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι·
The common reading is τοῦ
μὴ; but it is clear that the negative cannot stand with the words that follow:
τῆσι ἑτέρῃσι πλευρῇσι. Ermerins gets over the difficulty
by suppressing the last three words. I have effected the same purpose by merely
suppressing the negative μή. I have adopted his reading
of ἀπ' in place of ὕπ', in
the same sentence.
|
κρέσσον γὰρ ἀπωτάτω ἄγειν.
τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης·