[p. 210] ποιητικοί· πλὴν
ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι· χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν
οἴνῳ, καὶ μέλιτι ὅσον ἡδῦναι· καὶ τὸ ἐκ τουτέων ῥόΦημα καὶ οἱ
ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ
καρποὶ, κάρου, κοριάνου,
ἀνίσου, σελίνου ·
τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη, καὶ γλήχων πρὸς
τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσῶν
ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ
ἀλέκτορος, πτηνῶν ἡ φάσσα,
ἡ πελειὰς, καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα
πίονα. συῶν τὰ ἄκρεα,
λαγωὸς ὀπτός· βοὸς δὲ καὶ ὄϊος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον · ἔριφος δὲ οὐ
πάντη κακός· γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ
πετραῖοι, ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι.
λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίας ὑπαγωγὰ,
μαλάχη, βλίτον,
τεῦτλον, ἀσπάραγοι· δριμὺ δὲ καὶ
κράμβη· ὠμὰ δὲ, θριδακίνη πάντων ἄριστον · ῥίΖαι δὲ πονηραὶ
καὶ ἑφθαὶ, ῥΑφανῖδες,
γογγυλίδες , σταφυλῖνοι · οὐρητικὰ μὲν,
πλήσμια δέ· σίσαρονφυῶδες μὲν καὶ στομάχου ἐπαρτικόν.
οἶνος λευκὸς,
λεπτὸς, γλυκὺς μὲν ἐγγεγράφθω ,
στύψιος ἔχων, ὡς μὴ ἴσχειν τὴν
γαστέρα · τράγημα πᾶν κεφαλαλγὲς , πλὴν φοίνικες πάσης
ἰδέης· σῦκον δὲ ὀπώρῃ καὶ σταφυλὴ προσηνὲς, καὶ ὅ τι ἂν ἐπὶ
τῆς ὥρης ἄριστον ·
The common reading is
σύκων δὲ ὀπώρη, which Ermerins has altered to
ὀπώρης δὲ σῦκα. It will be seen that, by a less violent change, I have
succeeded in amending the text.
| πλησμονὴ πάντων καὶ τῶν
ὠφελούν των κακόν. κάκιον δὲ ἀπεψίη· κόποι ἀπεψίης μὲν
ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε.
περίπατοι ἕωθεν, ἐπὶ τῆς κοιλίης ἐκκρίσι ·
εὔπνοοι δὲ καὶ εὔφοροι · ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ· αἰώρη μακρὰ,
νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ
ὁ σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ,
νεύροις, κακὸν ἐπίσπαστον.
ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν,
καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ
πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου· κἢν παράλιός τις ᾖ,
ἀγαθὸν λούεσθαίτε τῇ ἅλμῃ ψυχρῇ,
|